Ancient Greek · ~3 min
Volume 13
Origen, Fragmentum ex commentariis in Osee 13.825
Not analysed yet
ΕΚ ΤΩΝ ΕΙΣ ΤΟΝ ΩΣΕΕ ΕΞΗΓΗΤΙΚΩΝ. Ἐπειδὴ τὰ σολοικοειδῶς εἰρημένα κατὰ τὴν Γραφὴν ὅσα κατὰ τὴν λέξιν συγχύνει τὸν ἐντυγχάνοντα, ὡς ὑπονοεῖν οὐκ ὀρθῶς, οὐδὲ ἀκολούθως, οὐδὲ ὡς ἔχει, γεγράφθαι τὰ ῥητά· ὡς καὶ τολμᾷν τινας, προφάσει διορθώσεως, ἀλλοιοῦν, μετατιθέντας τὸν ἐγκείμενον περὶ τὰ δοκοῦντα ἀκολούθως γεγράφθαι ῥητὰ νοῦν· ἀναγκαίως καὶ ἐνθάδε τοῦ ὁμοίου ἐμπεσόντος, ὅσον κατὰ τὴν λέξιν περὶ τὰ προκείμενα ῥητὰ, ἴδωμεν τὸν ἐν αὐτοῖς ἐγκείμενον νοῦν. Πληθυντικῶς γὰρ εἰπὼν, Ἔκλαυσαν καὶ ἐδεήθησάν μου· καὶ πάλιν πληθυντικῶς τὸ ἑξῆς δηλώσας, Ἐν τῷ οἴκῳ ὢν, εὗρόν με, τὸ ἑξῆς ἐπὶ ἑνικοῦ ἐπιφέρει, λέγων· Καὶ ἐκεῖ ἐλαλήθη πρὸς αὐτόν. Τῇ γὰρ λέξει ψιλῇ τις ἐνιδὼν κατὰ πλάνην δοκῶν γεγράφθαι, ἢ καὶ τὸ τελευταῖον πληθυντικῶς γράψει· ἢ τὰ προά-