# Homiliae in Exodum 228

Origen, Homiliae in Exodum, Page 228. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/homiliae-in-exodum/228

δὲ πόρνης τὸ μὲν ἐξῆλθε, τὸ δὲ ἀντεισῆλθε δαιμόνιον καὶ ὁ ζηλῶν οὐδὲ εἷς. Ὅθεν πᾶν εἴδωλον τιμᾶν οἱ τῶν ἐθνῶν προσέταξαν νόμοι. Ὁ δὲ νυμφίος καὶ καλὸς ζηλωτής, κἂν πόρνην ποτὲ παραλάβῃ, σωφρονίζειν ἐθέλει. Διὸ καὶ Ὠσηὲ πόρνην λαβὼν ἔλεγεν· «ἡμέρας πολλὰς καθίσῃ ἐπ' ἐμοί, καὶ οὐ μὴ πορνεύσῃς, οὐδ' οὐ μὴ γένῃ ἀνδρὶ ἑτέρῳ, κἀγὼ ἐπὶ σοί». Ἐποίει καὶ Θεὸς μέγα δεῖπνον διὰ τοὺς γάμους τοῦ υἱοῦ αὐτοῦ. Καὶ ἔστι ‹Θεὸς ζηλωτής›, μὴ ἐπιτρέπων ἄλλῳ κοινωνεῖν τῇ ψυχῇ, ἅμα δὲ τῇ πορνείᾳ ‹βιβλίον ἀποστασίου› διδοὺς κατὰ τὴν ἐν νόμῳ προφασιστικοὺς ἔχουσαν λόγους· ὅπερ ὡς Φαρισαίους κατὰ τὸ γράμμα παρήγαγεν ὁ Χριστὸς κατὰ Παῦλον λέγοντα· «γέγονα τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ἵνα Ἰουδαίους κερδήσω». Σαφηνίζει δὲ τοῦτο λέγων· «καὶ τοῦτο τὸ βιβλίον τοῦ ἀποστασίου τῆς

---

Origenes Theol., Homiliae in Exodum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg023.local001/.
