Ancient Greek
Chapter 12
Origen, Homiliae in Job (fragmenta in catenis, typus I+II) (e codd. Vat.) 12.5
Not analysed yet
Κεφ. ΙΒʹ, εʹ. Εἰς χρόνον γὰρ τακτὸν ἡτοίμαστο πεσεῖν ὑπὸ ἄλλων. Vat. corr. ἄλλους supra lin. 780, 1. Ἐνταῦθα οἱ τὴν εἱμαρμένην δοξάζοντες, φασὶν ὅτι ἰδοὺ ἡ γραφὴ λέγει ὅτι εἵμαρτο αὐτῷ παθεῖν. Ἀλλ’ οὐ τοῦτο ἡ γραφὴ λέγει, μὴ γένοιτο. οὐ γὰρ ὑπὸ ἀνάγκην τὰ ἡμέτερα· ἀλλ’ ὅτι πάντα ἐν μέτρῳ διοικεῖ τὰ καθ’ ἡμᾶς ὁ Θεὸς τοῖς τῆς αὐτοῦ προνοίας λόγοις, οἶδε καὶ μέχρι πόσου συμφερόντως δεῖ πάσχειν ἡμᾶς, καὶ κατὰ μέτρον ἐπάγει τοὺς πειρασμούς. Τοῦτο δὲ εἶπεν ὁ Ἰὼβ, ἵνα τὸ κρίμα τῷ Θεῷ παράσχῃ, μονονουχὶ λέγων· Μὴ γελάσθωσαν οἱ δίκαιοι πάσχοντες· ἐπὶ τοσοῦτον γὰρ πάσχουσιν, ἐφ’ ὅσον ὁ Θεὸς βούλεται.