Ancient Greek
Chapter 19
Origen, Homiliae in Job (fragmenta in catenis, typus I+II) (e codd. Vat.) 19.5
Not analysed yet
δʹ, εʹ. Ναὶ δὴ ἐπ’ ἀληθείας ἐγὼ ἐπλανήθην· παρ’ ἐμοὶ δὲ αὐλίζεται πλάνος, λαλῆσαι ῥήματα ἃ οὐκ ἔδει, τὰ δὲ ῥήματά μου πλανᾶται, καὶ οὐκ ἐπὶ καιροῦ. —Ἔα δὲ ὅτι ἐπ’ ἐμοὶ μεγαλύνεσθε, ἐνάλλεσθε δέ μοι ὀνείδει. Vat. 786, 1. Δεδόσθω, φησὶν, καθ’ ὑπόθεσιν ὅτι πεπλάνημαι. Παρ’ ἐμοὶ δὲ αὐλίζεται πλάνος· πλάνος ὁ διάβολός ἐστιν. Τίς ὑμῖν, φησὶν, ἐκ τούτου βλάβη, ποία δὲ ἀνάγκη κρίνειν ὡς ἀσεβῆ, καὶ ἐπεμβαίνειν πάσχοντι; δέον συγγινώσκειν ὑπὸ ἀλγηδόνων φθεγγομένῳ. Εἰ καὶ τοιαῦτα ἐπεποιήκειν οἷα οὐκ ἔδει, ἆρ’ οὖν ἐχρῆν ὑμᾶς οὕτω μοι ὀνειδίζειν; Καὶ δέον με, φησὶ, πάλαι εὐσεβείας ἐπιμελούμενον, νῦν τὴν ἐκ τῶν ἔργων ἔχειν παῤῥησίαν. Τοῦτο μὲν οὐ πεποίηκα, κρίνομαι δὲ ὡς πλάνος. Ἐπιβάλλει καὶ ὧδε·