# Homiliae in Job (fragmenta in catenis, typus I+II) (e codd. Vat.) 19.7

Origen, Homiliae in Job (fragmenta in catenis, typus I+II) (e codd. Vat.), Chapter 19. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/homiliae-in-job-fragmenta-in-catenis-typus-i-ii-e-codd-vat/19.7

ςʹ, ζʹ. Γνῶτε οὖν ὅτι ὁ Κύριός ἐστιν ὁ ταράξας· ὀχύρωμα δὲ αὐτοῦ ἐπ’ ἐμὲ ὕψωσεν. Ἰδοὺ γελῶ ὀνείδει, οὐ λαλήσω. Κεκράξομαι, καὶ οὐδαμοῦ κρίμα. Διαλογίζεσθε, φησίν· οὖκ ἀπὸ σκοποῦ ἀλγύνομαι, καθάπερ τειχίῳ τινὶ τοῖς δεινοῖς κυκλούμενος. Λέγω, φησὶν, μετὰ ἀληθείας, ὡς ἔχει τὰ κατ’ ἐμὲ, καὶ οὐ παραδέχεσθε τοὺς λόγους. Τὸ γὰρ ἐν ὀνείδει, ἵνα εἴπῃ τὰ πράγματα. Τὸ δὲ οὐ λαλήσω, ἀντὶ τοῦ· διὰ τὸ ἀντιλέγειν μοι ὑμᾶς δοκῶ μηδὲν εἰρηκέναι. — Εἰ δὲ καὶ πρὸς τὸν Θεὸν βοήσω, εἰς φανερὸν ἅπασιν ἐνέγκαι τὰ κατ’ ἐμὲ, οὐ τυγχάνω τῆς ἱκεσίας. Οὐδεὶς ἀκούει, οὐδεὶς διάζει, οὐδένα βλέπω, οὐκ ἔχω ποῖ ἀπελθεῖν. Ταῦτα ἐλεῆσαι οὐ χρῆ; — Τοιγαροῦν ἀφήσητε, οὕτως ἀκρίτως μου κατηγοροῦντες, μήποτε Θεὸς εἰς κρίσιν καταστήσῃ, εἰς πράξεσθαι ὑμῖν δίκην ἀλόγου θρασύτητος. — Οὐ γὰρ ἀνεύθυνα, φησὶ, τὰ τοιαῦτα καταλιμπάνει Θεός. Ἔσεσθαι γάρ φησιν, εἴτε κινηθείη καθ’ ὑμῶν, ὡς ἀνονήτως ὑμῖν ἐμφαίνεται ἡ ἐπὶ γνώσει τοῦ καλοῦ οἴησις, καὶ ἡ ἐπὶ τοῖς προσοῦσιν ἄδεια. — Α. Σ. Τί φατε [ὅτι] ἐν πονηρίᾳ ὢν ταῦτα πάσχω, καὶ ὑμεῖς τὰ αὐτὰ φοβεῖσθαι ὀφείλετε. — σπεύσατε ἂν, φησὶ, τότε καίτοι πραγμάτων μαρτυρούντων ἐν λόγοις· ἐν λόγοις οὖν λάβεσθε ὡς ἂν μηδὲ ὑπὸ τῆς ἀληθείας ψηφίσασθαι ἀνεύθυνον. — Ὁ γοῦν ἑβραῖος καὶ ἁμάρτημα λόγου ἔχει.

---

Origen, Homiliae in Job (fragmenta in catenis, typus I+II) (e codd. Vat.), ed. Jean Baptiste Pitra. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg086.local001/.
