Ancient Greek
20.10 to 20.26
Origen, Homiliae in Job (fragmenta in catenis, typus I+II) (e codd. Vat.) 20.10-26
Not analysed yet
Κεφ. Κʹ, ιʹ. Τοὺς υἱοὺς αὐτοῦ ὀλέσαισαν ἥττονες, αἱ δὲ χεῖρες αὐτοῦ πυρσεύσαισαν δύνας. Vat. 787, 2. Καὶ οἱ πρότερον, φησὶν, ὑποδεέστεροι, τῶν τοῦ παρονόμου παίδων καθέξουσι. ιεʹ. Πλοῦτος ἀδίκως συναγόμενος ἐξεμεθήσεται, ἐξ οἰκίας αὐτοῦ ἐξελκύσει αὐτὸν ἄγγελος. Πάντα μὲν ὁ ἀσεβὴς πράττει ὥστε τὰ ἀλλότρια λαβεῖν, καὶ πρὸς τοῦτον βλέπει τὸν σκοπὸν τὰ γενόμενα· ἐπειδὰν δὲ ἐγκράτης τῶν ὅλων δόξῃ, τότ’ αὑτὸν εἰς ἑτέρους μεταφερόμενον ὄψεται. ιηʹ. Ὥσπερ στρείφνος ἀμάσητος, ἀκατάποτος. Ib. 2. Οἱ λόγοι καὶ τὰ δόγματα [ἀσεβοῦς] στρίφινα καὶ νόσκυα, οὐδὲν γὰρ ἔχει γλυκὺ ἐκεῖνα, τὰ κατὰ τοῦ Θεοῦ γινόμενα. κβʹ. Ὅταν δὲ δοκῇ ἤδη πεπληρῶσθαι, θλίβήσεται, πᾶσα δὲ ἀνάγκη ἐπ’ αὐτὸν ἐπελεύσεται. Ταῦτά φησιν· Ἕνεκα τῆς αἰτίας, ἀπόλλυνται τὰ κτηθέντα, καὶ εἰς προγόνους οὐ παραπέμπεται. κγʹ. Ἐπαποστείλαι ἐπ’ αὐτὸν θυμὸν ὀργῆς, νίψαι ἐπ’ αὐτὸν ὀδύνας. Ἀντὶ τοῦ, ἐκ Θεοῦ καὶ ἐξ οὐρανοῦ ὑποστήσεται δεινά· ταῦτα δὲ ἔφη, ἐπειδὴ ὁ Ἰὼβ φήσας ὑπὸ Θεοῦ πεπλῆχθαι, ἐμνημόνευσε καὶ ὡς ὑπὸ ἀνθρώπων ἠδικημένος· κατασκευάζει οὖν ὅτι πάντα δι’ ἁμαρτίας ἐπ’ αὐτὸν ἐπηνέχθη. κεʹ. Ἄστρα δὲ ἐν διαίταις αὐτοῦ περιπατήσαισαν. Vat. 787, 2. . . . Ἐν ἀγνοίᾳ γάρ εἰσιν· ἐξέβαλον γὰρ τὸ φῶς ἀφ’ ἑαυτῶν οἶς ἔλεγεν· Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου. κςʹ. Κατέδεται αὐτὸν πῦρ ἄκαυστον. V. ib. Κατὰ δὲ τὸ κρυπτόμενον, ἄκαυστον πῦρ ἐστιν, ἤτοι τὸ κατὰ συνείδησιν, ἢ καὶ τὸ ἀποκείμενον ἐν τοῖς μέλλουσιν δικαιωτηρίοις. Καὶ ὡς ὑπὸ πυρὸς, φησὶν, ἀναλωθήσεται, ἵνα εἴπῃ· Οὐδὲ ταφῆς ἀξιοῦται.