Ancient Greek
Chapter 22
Origen, Homiliae in Job (fragmenta in catenis, typus I+II) (e codd. Vat.) 22.22
Not analysed yet
κβʹ. Ἔκβαλε δὲ ἐκ στόματος αὐτοῦ ἐξηγορίαν, καὶ ἀνάλαβε τὰ ῥήματα αὐτοῦ ἐν καρδίᾳ σου. Vat. ib. Τὴν ἐξηγορίαν ἐζήτουν κατ’ ἐμαυτὸν, τί σημαίνει; Καὶ εὗρον ἐν ἄλλῃ ἐκδόσει, παρὰ τῷ Συμμάχῳ, ἀντ’ αὐτῆς, τὴν ἐξομολόγησιν. Παρὰ δὲ τῷ Ἀκύλᾳ· Νόμον. Φησὶν οὖν κατὰ μὲν τὸν ἕνα· Ἐξομολόγησαι περὶ τῶν ἁμαρτημάτων σου· τὸν δὲ τρόπον τῆς ἐξηγορίας παρὰ τοῦ Θεοῦ διδάχθητι. Κατὰ δὲ τὸν ἕτερον· Δέξαι παρὰ Θεοῦ νόμον, καὶ τοὺς λόγους αὐτοῦ ἐγκαρδίους ποίησαι. Εἰ δίκαιος εἶ καὶ ἄξιος, ὑπαγορεύθητι παρὰ Θεοῦ, καὶ δέξαι θεῖα ῥήματα ἐν σῇ καρδίᾳ, ὡς ὕστερον Ἱερεμίας ἤκουσεν· Ἰδοὺ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου. Ἢ ἐξηγορίαν τὴν ἐξομολόγησίν φησιν, προτρέπων εἰς μετάνοιαν τὸν δίκαιον. Ἢ τοῦτο λέγει, ὅτι μετάβαλε τὸν τρόπον, καὶ ἀνάλαβε τοὺς θείους νόμους. ὅτι ἐξαγόρευσον τὰ ἡμαρτημένα σοι, καὶ τοῦ λοιποῦ τοὺς λόγους τοῦ Θεοῦ φύλαττε. Τῆς διπλῆς δὲ ταύτης ἐννοίας ἐκεῖθεν ἔσχον τὰς ἀφορμὰς, τὴν ἐξηγορίαν.