# Homiliae in Job (fragmenta in catenis, typus I+II) (e codd. Vat.) 22.6

Origen, Homiliae in Job (fragmenta in catenis, typus I+II) (e codd. Vat.), Chapter 22. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/homiliae-in-job-fragmenta-in-catenis-typus-i-ii-e-codd-vat/22.6

ςʹ. Ἠνεχύραζες δὲ τοὺς ἀδελφούς σου διακενῆς· ἀμφίασιν δὲ γυμνῶν ἀφείλου. Vat. 789, 1. Πρόσχωμεν, οἱ τοκογλύφοι· μήποτε ἐνεχυράζωμεν διακενῆς. Ὠφέλιμα τὰ ῥήματα, κατὰ τοῦτό ἐστι τὸ λέγειν κατὰ λόγον ἁμαρτήματα ἀληθῶς, ψεκτῶς γινομένων ἐν ἀνθρώποις. Ὑπολαμβάνει τοῦτο ὁ Ἐλίφας περὶ τοῦ Ἰὼβ, ἐπειδὴ ᾔδει αὐτὸν πλούσιον, καὶ ὑπώπτευσεν ἀπὸ τοιούτων τινῶν πόρων πλουτεῖν αὐτόν· διό φησιν· Ἠνεχύραζες διακενῆς, τουτέστιν μηδὲν ἐποφειλόμενος. — Εἰ δὲ ἐδάνεισα, καὶ μὴ πιστεύων τῷ δανεισαμένῳ, ἔλαβον ἐνήχυρον ἀξιόχρεων πρὸς ὃ ἔχρησα, ἔλαβον ἐνήχυρον, οὐ διακενῆς δέ. Εἰ μέντοι, συκοφαντῶν αὐτὸν, καὶ λέγων ὀφείλειν μοι μὴ δυνάμενον ἀποδοῦναι, ἀπαιτῶ καὶ λαμβάνω, ἐνήχυρον [λαμβάνω] διακενῆς. Προσεπιτείνει δὲ πάλιν, ἄλλην αὐτοῦ ἁμαρτίαν οἰόμενος γεγονέναι. Ἔστι ποτὲ λαβεῖν ἀμφιάσματα, οὐ τοῦ γυμνοῦ, ἀλλὰ πλουσίου, ἔχοντος ἕτερα ἀποκείμενα ἐνδύματα πολλὰ λαβεῖν, τρία δή· ὧν τῶν πολλῶν ἐκεῖ ἔλαβον ἀμφίασιν· ἄλλα γυμνοῦ, ἄλλα πλουσίου. Ἐὰν μέντοι γε χιτῶνα ἔχῃ τις ἕνα, καὶ τοῦτον τὸν χιτῶνα, προφάσει τοῦ ἀπαιτεῖν τὸ ἐμὸν, ἐκδύσω, μὴ ἐλεήσας ἐκεῖνον τὸν γυμνὸν, ἀμφίασιν τοῦ γυμνοῦ ἀφειλόμην. Πολλὰ δὲ τοιαῦτα ἐν ἡμῖν γίνεται, ὅταν δανείζωμεν, ὅταν πρὸς ὀφειλέτας ἐρχώμεθα· πολλάκις ὀφειλέτης ἡμῶν εἰς ὑπερβολὴν πένεται, μὴ δυνάμενος ἀποδοῦναι· καὶ ἡμεῖς τὰ σπλάγχνα ἡμῶν ἀποκλείσαντες, ἀνελεεῖς καὶ ὠμοὶ γινόμεθα, μὴ βλέποντες ὅτι γυναῖκα τρέφει καὶ τέκνα, καὶ μόλις τρέφεται ἀπὸ τῶν ποριζομένων αὐτῷ ὀλίγων ὀβολῶν· ἀπαιτοῦμεν πικρῶς, ἔσθ’ ὅτε καὶ περισσὰ ἔχοντες παρ’ ἑαυτοῖς. Τοιαῦτα γίνεται ἐν ταῖς πικραῖς ἀπαιτήσεσιν, ἐνίοτε αὐτὸν τὸν ψωμὸν ἔχει τις ἕνα, κἂν μὴ ἔχῃ ἄρτον ὁλόκληρον, ἀφαιροῦμεν ἀπ’ αὐτοῦ, λέγοντες· ἀλλ’ ὀφείλεις. Ταῦτα οὖν λέγει, ἐγκαλῶν τῷ Ἰὼβ, ὅτι ἀμφίασιν γυμνῶν ἀφεῖλεν.

---

Origen, Homiliae in Job (fragmenta in catenis, typus I+II) (e codd. Vat.), ed. Jean Baptiste Pitra. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg086.local001/.
