# Homiliae in Job (fragmenta in catenis, typus I+II) (e codd. Vat.) 22.9

Origen, Homiliae in Job (fragmenta in catenis, typus I+II) (e codd. Vat.), Chapter 22. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/homiliae-in-job-fragmenta-in-catenis-typus-i-ii-e-codd-vat/22.9

ζʹ—θʹ. Οὐδὲ ὕδωρ διψῶντας ἐπότισας, ἀλλὰ πεινώντων ἐστέρησας ψωμόν· Ἐθαύμασας δέ τινων πρόσωπον, ᾤκισας δὲ τοὺς ἐπὶ τῆς γῆς. Χήρας δὲ ἐξαπέστειλας κενὰς, ὀρφανοὺς δὲ ἐκάκωσας. Vat. 789, 1. Οὐκοῦν οὐ μόνον τὸ ἀδικεῖν, ἀλλὰ καὶ τὸ μὴ εὐεργετεῖν ὑπεύθυνον· ἐπισημαίνει δὲ μέχρι τοσούτου εὐεργεσίας ἐκτείνειν ὀφείλομεν, ὅποτε ὑπεύθυνον τὸ μὴ ποτίσαι διψῶντας. Ὥσπερ οὖν διὰ τὸ ποτήριον ψυχροῦ ὕδατος μισθὸν λαμβάνομεν, πολλὴν μέντοι ἀπηνίαν τοῦ Ἰὼβ καταψηφίζεται, ὡς μηδὲ ὕδωρ τὴν ἀδάπανον χάριν παρέχοντος, καὶ τὸ μεῖζον κακὸν, τῷ διψῶντι. Ἀλλὰ πεινώντων ἐστέρησας ψωμόν. Τί λέγω, φησὶν, ὅτι οὐ παρέσχες τῷ δεομένῳ; ὅποτε καὶ τὴν μικρὰν παραμυθίαν τοῦ ἄρτου παρὰ τοῦ πεινῶντος ἀφείλου· ψωμὸν γὰρ λέγει τὸ τμῆμα τοῦ ἄρτου, ὥσπερ καὶ ἐν τῇ Ῥοὺθ κεῖται· Βάψαι τὸν ψωμόν σου ἐν τῷ ὄξει. Ἐθαύμασας δέ τινων πρόσωπον. Τουτέστι καὶ τὰς κρίσεις οὐ δικαίως, οὐδὲ ἀπαθῶς, ἀλλ’ ἀνθρωποπαρέσκως ἐποίησας, προσωπολήπτης γὰρ γέγονας· καὶ δικάζων οὓς μὲν ἐξῇρες, οὓς δὲ ἐταπείνους, τοὺς μὲν ταπεινοὺς βιαζόμενος, τοὺς δὲ ἐν δυναστείαις θαυμάζων καὶ τιμῶν. ᾬκισας δὲ τοὺς ἐπὶ τῆς γῆς. Τινὰ δὲ τῶν ἀντιγράφων ἀντὶ τοῦ ᾤκισας ἐκοίμησας ἔχει· ἵνα εἴπῃ καὶ αὐτὴν τῶν πτωχῶν τὴν στρωμνὴν ἀφείλου, ὡς ἐπὶ τοῦ ἐδάφους αὐτοὺς ἐξ ἀνάγκης κοιμᾶσθαι, μηδὲν ἔχοντας ὑπεστορεσμένον... Χήρας δὲ ἐξαπέστειλας. Ἢ τῶν προσόντων αὐτὰς ἐγύμνωσας, μᾶλλον προσελθούσαις καὶ ἐλεημοσύνην ζητούσαις οὐδὲν δέδωκας, ἀλλ’ ἀπεπέμψω μηδὲν λαβούσας ἀπὸ σοῦ... Ὀρφανοὺς δὲ ἐκάκωσας. Τὸ δὲ τοὺς ὀρφανοὺς καὶ ἀβοηθήτους κακοῦν, ἐσχάτης κακίας γνώρισμα. Οὐδένα μὲν γὰρ δεῖ κακοῦν, ἐξαιρέτως δὲ χρὴ φείδεσθαι τῶν ὀρφανῶν· περὶ γὰρ τῶν ἀβοηθήτων ψυχῶν πολεμεῖν ὁ Θεὸς ἐνετείλατο. Πλέον δὲ παρὰ τοὺς ἄλλους ἀνθρώπους, πτωχοὶ, χῆραι, ὀρφανοὶ δέονται βοηθείας.

---

Origen, Homiliae in Job (fragmenta in catenis, typus I+II) (e codd. Vat.), ed. Jean Baptiste Pitra. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg086.local001/.
