Ancient Greek
23.6 to 23.17
Origen, Homiliae in Job (fragmenta in catenis, typus I+II) (e codd. Vat.) 23.6-17
Not analysed yet
ςʹ. Καὶ ἐν πολλῇ ἰσχύϊ ἐπελεύσεταί μοι, εἶτα ἐν ἀπειλῇ μοι οὐ χρήσεται. Vat. ib. Καὶ γὰρ εἰ ἐν πολλῇ ἰσχύϊ χρήσεται μοι καὶ ἀπειλῇ, ἀλλ’ ὅμως οἶδα ὅτι ἀλήθεια παρ’ αὐτῷ ἐστιν. ζʹ. Ἀλήθεια γὰρ καὶ ἔλεγχος παρ’ αὐτοῦ· ἐξαγάγοι δὲ εἰς τέλος τὸ κρίμα μου. Vat. ib. Τοῦτο ηὔξατο, τοῦτό ἐστιν ὅ φησιν, ὥστε πέρας ἐπιτεθῆναί μου τοῖς δεινοῖς· εἶτα, φησὶν, ὅτι ταῦτα ἥθελον γενέσθαι, ὥστε ἀποθανεῖν, οὐχ ὡς νῦν μέλλοντος αὐτοῦ κρίνειν. —Παρ’ Ἑβραίοις, τὸ τέλος καὶ ἡ νίκη διὰ μιᾶς σημαίνεται λέξεως. ιʹ. Οἶδεν γὰρ ἤδη ὁδόν μου. Vat. ib. Οἶδε, φησὶ, τὴν ὁδόν μου, καὶ ὅτι ἐσπούδασα ἀεὶ ὑπακούειν αὐτῷ· ἀλλὰ τίς, ὅταν κρίνῃ, ἀντερεῖ αὐτῷ; ιεʹ. Ἐπὶ τούτῳ ἀπὸ προσώπου αὐτοῦ κατασπουδασθῶ· κατανοήσω, καὶ πτοηθήσομαι ἐξ αὐτοῦ. Vat. 790, 2. Οὐχ ἥμαρτον, φησὶ, καὶ τί τοῦτο; οὐ γὰρ μόνον ἀπὸ τῆς τῶν ἁμαρτημάτων ἐξουσίας ἔξεστι κολάζειν Θεῷ, ἀλλὰ καὶ τοῦτο χωρὶς ἁμαρτημάτων λέγω. ιζʹ. Οὐ γὰρ ᾔδειν ὅτι ἐπελεύσεταί μοι σκότος, πρὸ προσώπου δέ μου ἐκάλυψεν γνόφος. Vat. ib. Οὐ κατ’ ἀκολουθίαν ἀνθρωπίνην γέγονε τοῦτο, φησὶν, ἀπροσδόκητον τὸ κακόν· στοχάζομαι τῆς τοῦ Θεοῦ χειρὸς εἶναι τὴν πληγήν. Καὶ καλῶς εἶπε, πρὸ προσώπου μου· οὐ γὰρ κοινὸν τὸ σκότος ἐστὶν, ἀλλὰ τῆς ἐμῆς ἀθυμίας.