Ancient Greek
Chapter 27
Origen, Homiliae in Job (fragmenta in catenis, typus I+II) (e codd. Vat.) 27.5
Not analysed yet
εʹ. Μή μοι εἴη δικαίους ὑμᾶς ἀποφῆναι ἕως ἄν ἀποθάνω, οὐ γὰρ ἀπαλλάξω ἀκακίαν μου. Vat. 792, 2. Τουτέστιν, οὐ κατηγορήσω ἐμαυτοῦ, οὐδὲ μεταθήσομαι, κἂν μυρία λέγητε· οὐ προήσομαι τῆς ψήφου, εἰ καὶ δοκεῖτε παῦσαι τὸν κατ’ ἐμοῦ ἔλεγχον. Κἂν συγκαταθῶμαι εἰς ἃ λέγετε, ὅτε νενοήκατε διὰ τί ταῦτα πέπονθα, δικαίους ὑμᾶς ἀπεφηναίην. Οὐκ ἀπώσομαι τὴν ἀκακίαν μου, ἕτερα νοῶν περὶ ὑμῶν, καὶ ἕτερα λέγων.