Ancient Greek
Chapter 28
Origen, Homiliae in Job (fragmenta in catenis, typus I+II) (e codd. Vat.) 28.3
Not analysed yet
βʹ, γʹ. Σίδηρος μὲν γὰρ ἐκ γῆς γίνεται, χαλκὸς δὲ ἶσα λίθῳ λατομεῖται. Τάξιν ἔθετο σκότει, καὶ πᾶν πέρας αὐτὸς ἐξακριβάζεται. Vat. 793, 1. Ὅτι προνοεῖ καὶ μέλει τῶν πραγμάτων αὐτῷ, καὶ οὐδὲν ἁπλῶς, οὐδ’ εἰκῆ παρέρχεται. Ἢ μᾶλλον ἐκεῖνό φησιν, ὅτι τὰ μὲν ἄλλα δῆλά ἐστιν, ἡ δὲ οἰκονομία τοῦ Θεοῦ ἀτέκμαρτος καὶ ἄγνωστος. Καὶ μετ’ ὀλίγα· Καλῶς εἶπε· Τάξιν ἔθετο σκότει, δεικνὺς ὅτι οἶδε παραχωρεῖν καὶ ὑπερεξίστασθαι. Τίς ἀπελαύνει τὸν ζόφον ἐκεῖνον; πόθεν εὐταξία τοσαύτη ἐν πράγματι τοιούτῳ; εἶτα τὴν δύναμιν, εἶτα τὴν σοφίαν αὐτοῦ διηγεῖται, πείθων μὴ θέλειν ἀπαιτεῖν αὐτὸν εὐθύνας.