Ancient Greek
30.5 to 30.29
Origen, Homiliae in Job (fragmenta in catenis, typus I+II) (e codd. Vat.) 30.5-29
Not analysed yet
δʹ. Ἄτιμοι δὲ καὶ πεφαυλισμένοι, ἐνδεεῖς παντὸς ἀγαθοῦ. Vat. 795, 1. Ἑτέρα πονηρία, τὸ καὶ ἐν πενίᾳ τοιούτους εἶναι. κδʹ. Εἰ γὰρ ὄφελον δυναίμην ἐμαυτὸν χειρώσασθαι. Vat. 795, 2. Ὁρᾷς ὅτι τὸ εἰ δυναίμην, οὐ διὰ ἀσθένειαν λέγει, ἀλλὰ διὰ τὸ κεκωλῦσθαι. κηʹ. Ἕστηκα δὲ ἐν ἐκκλησίᾳ κεκραγώς. Ib. Διὰ τὴν ὑπερβολὴν τῶν δεινῶν, οὐδὲ πλῆθος συνόδου αἰσχυνόμενος. κθʹ. Ἀδελφὸς γέγονα Σειρήνων, ἑταῖρος δὲ στρουθῶν. Ibid. Εἰς τὴν ὀρνίθων θηριωδίαν ἐξέπεσα, φησίν· ἠγνόησα τὴν φύσιν τὴν οἰκείαν, οὐδὲν ἐκείνων ἀμείνων διάκειμαι.