# Homiliae in Job (fragmenta in catenis, typus I+II) (e codd. Vat.) 34.31

Origen, Homiliae in Job (fragmenta in catenis, typus I+II) (e codd. Vat.), Chapter 34. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/homiliae-in-job-fragmenta-in-catenis-typus-i-ii-e-codd-vat/34.31

λαʹ. Ὅτι πρὸς τὸν ἰσχυρὸν ὁ λέγων· Εἴληφα, οὐκ ἐνεχυράσω, ἄνευ ἐμαυτοῦ ὄψομαι· σύ δεῖξόν μοι. Vat. 800, 2. Τινὲς οὕτως ἡρμήνευσαν·. ὅτι μὴ τολμᾷ τις εἰπεῖν τῷ ἰσχυρωτέρῳ, ὅτι ἀδίκως εἰληφας τὰ ἐμὰ, οὐκ ἐνεχύρου χάριν, ὡς ὑποφειλόμενα, καὶ παρὰ γνώμην ἐμὴν εἴληφας· ἐπίδειξον ὅτι εὐλόγως τοῦτο δέδρακας. Εἰ δὲ τῷ δυνατῷ ταῦτα οὐδεὶς εἰπεῖν τολμᾷ, πῶς σὺ, φησὶ, τοιαῦτα θρασύνῃ κατὰ Θεόν; Ὁ δὲ Σύμμαχος οὕτως ἐκδέδωκεν, ὅτι πρὸς Θεὸν ῥῆσιν ἀνέλαβον, οὐχ ἕξω ἀκωλυτῶς, σὺ διασάφησόν μοι. Ὁ δὲ ἐνόησεν οὕτως, τουτέστιν· ἐπειδὴ τὴν ὑπὲρ Θεοῦ ῥῆσιν ἀνέλαβον, φησὶν Ἐλιοὺς, οὐκ ἐπέχω, ἀλλ’ ἀκωλύτως ἐπεξέρχομαι τῷ λόγῳ. Εἰ δὲ μὴ καλῶς λέγω, σὺ διασάφησον, ἀντὶ τοῦ, ἔλεγξον τὸν λόγον. — Οἶμαι δὲ μᾶλλον οὕτω νοεῖσθαι τὸ κείμενον, ὅτι οὐκ ἐπειδὴ τὸ ὑπὲρ Θεοῦ λέγειν εἱλόμην, παρὰ τοῦτο δεῖ σε καὶ συνομολογεῖν ἁπλῶς, οἷα δὴ χρέος ἀπαιτῶ· ἄνευ δὲ ἐμαυτοῦ ὄψομαι, σὺ δεῖξόν μοι, ἀντὶ τοῦ· χωρὶς τοῦ ἐμοῦ λόγου εἰδέναι θέλω, εἴ τι καὶ ἀντειπεῖν ἔχοις ἵνα εἴπῃς ὅτι ἡσυχίαν παρέχομαι, καὶ ἐπιλαμβάνου τὸν λόγον, εἰ δύνασαι.

---

Origen, Homiliae in Job (fragmenta in catenis, typus I+II) (e codd. Vat.), ed. Jean Baptiste Pitra. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg086.local001/.
