Ancient Greek
35.5 to 35.6
Origen, Homiliae in Job (fragmenta in catenis, typus I+II) (e codd. Vat.) 35.5-6
Not analysed yet
Κεφ. ΛΕʹ, εʹ. Ἀνάβλεψον εἰς τὸν οὐρανόν. Vat. 800, 2. Οὐδεὶς φιλόκοσμος ἀναβλέπει εἰς τὸν οὐρανόν· μὴ ἀγαπῶμεν τὸν κόσμον, μηδὲ τὰ ἐν τῷ κόσμῳ. Εἰ τὰ ἐνθένδε ἀγαπῶμεν, οὐκ ἀναβλέπομεν εἰς τὸν οὐρανόν. ςʹ. Εἰ ἤμαρτες, τί πράξεις; Ibid. Τουτέστιν οὐδὲ αὐτὸν ἀδικήσεις, ἀλλ’ οὐδὲ ὠφελήσεις, δίκαιος ὤν· ἐπειδὴ γὰρ ἔλεγεν· Εἰ ἥμαρτον, τί δύναμαι πρᾶξαι; τί ποιήσω, φησίν; τοῦτο ἵνα εἴπῃ· Διὰ τί; μὴ γὰρ ἀδικούμενος φροντίζει σου ἁμαρτάνοντος; μὴ γὰρ ὡς βλάβην ὑπομένων;