# Homiliae in Job (fragmenta in catenis, typus I+II) (e codd. Vat.) 42.13

Origen, Homiliae in Job (fragmenta in catenis, typus I+II) (e codd. Vat.), Chapter 42. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/homiliae-in-job-fragmenta-in-catenis-typus-i-ii-e-codd-vat/42.13

ιγʹ. Γεννῶνται δὲ αὐτῷ υἱοὶ ἑπτὰ καὶ θυγατέρες τρεῖς. Εἰ πάντα τὰ ὅσα ἦν ἔμπροσθεν τῷ Ἰὼβ, διπλᾶ δέδωκεν ὁ Κύριος, μετὰ τὴν πληγὴν, καθὰ τὸ ἱερόν φησι γράμμα, ἔδει καὶ τοὺς παῖδας διπλῶς εἶναι. Σκόπει γὰρ ἐπὶ τῶν κτηνῶν· πρόβατα, φησὶν, ἦν αὐτῷ μύρια τετρακισχίλια, ἐν γὰρ τῇ ἀρχῇ εἶχεν ἑπτακισχίλια· καμήλων ἑξακισχίλια, ἐν γὰρ τῇ ἀρχῇ εἶχεν τρισχίλια· ζεῦγα βοῶν χίλια, πρῶτον γὰρ ἦσαν πεντακόσια. Τὸ αὐτὸ καὶ ἐπὶ τῶν νομάδων ὄνων. Γεννῶνται δὲ αὐτῷ, φησὶν, υἱοὶ ἑπτὰ καὶ θυγατέρες τρεῖς, ὅσοι ἦσαν καὶ πρότερον· ἔδει δὲ τοὺς μὲν δεκατέσσαρας εἶναι, τὰς δὲ ἓξ, ἵνα εἶεν διπλοῖ τῶν ἀπολωλότων παίδων. Λέγομεν οὖν, ὅτι τὰ μὲν πρόβατα ἀπολώλονται, καὶ τὰ κτήνη· οἱ δὲ υἱοὶ καὶ αἱ θυγατέρες τεθνήκασιν, οὐκ ἀπώλοντο. Ἔδωκεν οὖν αὐτῷ ὁ Θεὸς καὶ ἕτερα τοσοῦτα τέκνα, ὥστε ἐν τῇ ἀναστάσει διπλᾶ ἔχειν αὐτὰ, ὥστε καὶ πατέρα διπλασίων παίδων αὐτὸν πεποίηκεν ὁ Θεὸς, ὧν ἦν πρότερον πατήρ. Εἰ δὲ ἡ ψυχὴ ἐσβέννυτο μετὰ θάνατον, καὶ τὰ τῆς ἀναστάσεως οὐκ ἦν ἀληθῶς, ἔδει υἱοὺς δοθῆναι δεκατέσσαρας καὶ θυγατέρας ἕξ. Διὸ ἱερῶς ἡ γραφὴ τετήρηκε περὶ τοῦ ὅτι ἔλαβεν υἱοὺς ζʹ· εἰ δὲ ἐγεγόνεισαν αὐτῷ δέκα τέσσαρες υἱοὶ καὶ θυγατέρες ἓξ, σωζομένου τοῦ περὶ τῆς ἀναστάσεως λόγου, οὐκ εἰσὶν αὐτῷ διπλᾶ δεδομένα τὰ τέκνα, ἀλλὰ τριπλᾶ, ἢ ἦσαν δὲ πρῶτον.

---

Origen, Homiliae in Job (fragmenta in catenis, typus I+II) (e codd. Vat.), ed. Jean Baptiste Pitra. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg086.local001/.
