Ancient Greek · ~2 min
ΚΕΦ. Α´.
Origen, Homiliae in Job (fragmenta in catenis, typus II) 10
Not analysed yet
(9) Στίχ. ι´. Οὐ σὺ περιέφραξας τὰ ἔξω αὐτοῦ; Πόθεν οἶδας, ὅτι πέφρακται; Οὗτος ὁ ἀντίδικος ἡμῶν ὁ διάβολος ὡς λέων ὠρυόμενος περιπορεύεται, ται ζητῶν καταπιεῖν τινα. Ἦλθεν οὗν καὶ περὶ τὸν Ἰὼβ, βουλόμενος τὰ αὐτὰ ποιῆσαι. Ὕστερονμ λαβὼν ἐξουσίαν, ταῦτα πεποίηκε. Καὶ ὅτι πάντα περιπεφραγμένα ἦν, καὶ ταῦτα νοήσας ἐκ τοῦ κεκωλύσθαι· βουλόμενος ποιεῖν τὰ περὶ τοῦ Ἰὼβ, εἶπε· Σὺ περιέφραξας τὰ ἔσω αὐτοῦ καὶ τὰ ἔξω αὐτοῦ. Πάντα οὖν ἐφʼ ὅσον οὐ δίδοται τῷ διαβόλῳ, σὺ περιέφραξας.