Ancient Greek · ~2 min
ΚΕΦ. Κ΄.
Origen, Homiliae in Job (fragmenta in catenis, typus II) 15
Not analysed yet
(50) Στέχ. ιε´. Πλοῦτος ἀδίκως συναγόμενος ἐξεμεδήσεται. Τίς γὰρ ἄλλος ἀδίκως πλοῦτος συνάγεται ἢ ἐκεῖνος ὁ ἐν τοῖς λόγοις αὐτῶν; Ἀδίκως γὰρ συνάγεται. Ἀλλ᾿ ὁ ἀγαθὸς οὐκ ὲάσει αὐτοὺς πεπτωκότας, τλοῦτον ἀδίκως συναγόμενον ἔχειν ἀεὶ αὐτὸν ἐν ἑαυτοῖς· ποιήσει γὰρ ἐξεμέσαι. Στὶχ. ιε´. Ἐξ οἰκίας αὐτοῦ ὲξελκύσει αὐτὸν ἄγγελος. Ἄγγελος γὰρ κατʼ ἐνέργειαν καὶ εὐεργεσίαν τεῦ Θεοῦ ἐξελκύσει αὐτὸν ἀπʼ αὐτῆς τῆς κακῶς οἰκοδομηθείσης, ἥτις ἐστὶν ἐκκλησία πονηρευομένων. Αὕτη γὰρ ἡ οἰκία αὐτοῦ. Ἀλλʼ ἄγγελος ἐξελκύσει αὐτὸν ἐξ οἰκίας αὐτοῦ.