Ancient Greek · ~8 min
16 to 26
Origen, Homiliae in Job (fragmenta in catenis, typus II) 16-26
Not analysed yet
(87) Στίχ. ιϚ´. Οἳ συνελήφθησαν ἄωροι. Πολλάκις δίκαιοι πρὸ καιροῦ ἐτελεύτησαν. Τελεεωθεὶς γὰρ ἐπʼ ὀλίγῳ ὁ δίκαιος, ἐπλήρωσε χρόνους μακρούς· ἀρετὴ (88) γὰρ ἐν τῷ Κυρίῳ ἡ ψυχὴ αὐτοῦ. Στίχ. ιϚ´. Ποταμός ἐπιῤῥέων οἱ θεμέλιοι αὐτῶν. Τοῦ αὐτοῦ. Τῶν δικαίων οἱ θεμέλιοι οἶόν εἰσιν. Ἀεὶ προκόπτουσιν, ἀεὶ αὔξουσιν ἐν τοῖς ἀγαθοῖς. Στἱχ. ιη´. Ὃς δὲ ἐνέπλησε τοῖς οἴκους αὐτῶν ἀγαθῶν. Τοῦ αὐτοῦ. Τῶν δικαίων ἐνέπλησε τοὺς οἴκους ἀγαθῶν. Ἐγὼ οὐκ ἀκούω τοὺς οἴκους τούτοις· ἀλλὰ τοὺς οἴκους αὐτῶν, τοὺς κατὰ τὸ ἡγεμονικὸν ἐνέπλησεν ἀγαθῶν. Ποίων ἀγαθῶν; Σωφροσύνης, δικαιοσύνης, ἀνδρείας, φρονήσεως, τῶν ἀπὸ τῶν ἔργων. Τουτέστι τὸ πληρωθῆναι οἴκους ἀγαθῶν. Στίχ. ιθ´. Ἄμεμπτος δέ ἐμυκτήρισεν αὐτούς. Τίνας; ἢ τὴν βουλὴν τῶν ἀσεβῶν; Οἶον· βούλονταί τινα διδάσκειν τὰ ἐναντία τῇ ἀληθείᾳ, ἐν τῷ λέγειν· ἃ λέγουσι δόγματα μοχθηρὰ ἔχοντες. Ταῦτα ἄμεμπτος ὀρῶν μυκτηρίζει. Στίχ. κ´. Κοὶ τὸ κατάλειμμα αὐτῶν καταφάγεται πῦρ. Τοῦ αὐτοῦ. Τοῦτο ὁ καταλέλειπται κατὰ τοὺς ἀσεβεῖς, τῶν προτέρων ἀποθανόντων, τὸ πῦρ καταφάγεται. Στίχ. κβ´. Ἔλαβε δὲ ἐκ στόματος αὐτοῦ ἐξηγορίαν. Τὴν ἐξηγορίυν ἐξήτουν κατʼ ἐμαυτὸν, τί σημαίνει. Καὶ εὗρον ἐν ἄλλῃ ἐκδόσει ἀντʼ αὐτῆς ἐξομολόγησιν· φηκσὶν οὖν μᾶλλον· Ἐξομολόγησαι περὶ τῶν ἀμαρτημάτωνμ σου· ἔκλαβε ἀπὸ τοῦ στόματος τοῦ Θεοῦ εἰσηγορίαν σὺν ἐξομολογήσει· ἀνάλαβε δὲ τὰ ῥήματα αὐτοῦ ἐκ καρδίας σου. Ταῦτα δὲ ἔλεγεν ὁ Ἐλιφάζ, νουθετῶν, ὡς ᾤετο, τὸμ Ἰώδ. Στίχ. κγ´. Ἐὰν δέ ἐπιστραφῇς, κοὶ ταπεινώσῃς σεαυτὸν ἔναντι Κυρίου. Νουθετεῖ αὐτὸν πρὸς τὸ ἐπιστρέψαι, οἰόμενος αὐτὸν ταῦτα ἡμαρτηκότα πεπονθέναι. Στίχ. κδ´. Καὶ ὡς πέρα χειμάῤῥου (88) Σωφείρ. σὲ, οἱονεὶ, ἕσται λόγος σου ποικίλος καὶ καλός. (89) Στίχ. κε´. Ἔσται οὖν σοι ὁ Παντοκράτωρ βοηθός ἀπὸ ἐχθρῶν. Ἐὰν ὑποτάξῃς ἑαυτὸν, ἐὰν ἐξομολογήσῃ. Στίχ. κε´. Καθαρὸν δὲ ἀποδώσει σε ὥσπερ ἀργύριον πεπυρωμένον. Ὑγιὲς δόγμα πεπυρωμένον, ὁ Θεός (90). (91) Στίχ. κϚ´. Εἶτα παῤῥησιασθήσῃ ἐνώπιον Κυρίου. Τοῦ αὐτοῦ. Ἐὰν ταπεινώσῃς σαυτὸν, ὁπομένῃς τὰ συμβεβηκότα. παῤῥησιασθήσῃ ἐνώπιον Κυρίου, παῤῥησίαν ἕξεις, ὡς ἀποθέμενος τὰ ἁμαρτήματα.