Ancient Greek · ~3 min
ΚΕΦ. ΚΒ´.
Origen, Homiliae in Job (fragmenta in catenis, typus II) 4-2
Not analysed yet
(71) Στίχ. δ´. Καὶ συνεισελεύσεταί σοι εἰς κρίσιν. Λόγον ποιούμενος ὁ Θεὸς τοῦ προνοουμένου ὑπʼ αὐτοῦ, ἐλέγχει αὐτόν. Καὶ συνεισελεύσεταί σοι εἰς κρίσιν. Πολλάκις εἴπομεν, εἴποτε ἐνέπεσε τὸ δόγμα τοῦτο ἐν ἄλλαις λέξεσιν, ὅτι οὕτως ἐστὶν ὁ Θεὸς φιλἀνθρωπος, ὥστε, καὶ χρηστῶς κρίνων ἡμᾶς, ἐπιτρέπει λέγειν ἡμᾶς πρὸς αὐτὸν, ὦς κρινόμενον μεθʼ ἡμῶν, περὶ ὧν βουλόμεθα. Ἐχρησάμην οὖν τοῖς ἀπὸ τοῦ Ἡσαῒα· Δεῦτε, καὶ διαλεχθῶμεν, λέγει Κύριος. Τὸ γὰρ, διαλεχθῶμεν, τοιοῦτόν ἐστιν· Εἴ τί με ἔχεις ἐλέγξαι, καὶ τὴν πρόνοιάν μου, ὡς ἀμελήσαντός σου (72), ὡς μὴ τὰ δέοντα πεποιηκότος, λέγε· Κἀγὼ, ὅ τι ποτὲ ἔχω ἐρῶ, πείσω σε, καταδικάζων σε ἄξιον ὄντα τοῦ καταδικασθῆναι.