Ancient Greek · ~2 min
5 to 7
Origen, Homiliae in Job (fragmenta in catenis, typus II) 5-2-7
Not analysed yet
(63) Στίχ. ε´. Εἰσβλέψαντες εἰς ἐμέ θαῦμα σχέτε. Φατὲ σοφοὶ εἶναι, καὶ εἰδέναι διὰ τί ταῦτα πάσχω, ὡς τοῦ Θεοῦ μὴ κοιμωμένου ἐπὶ τοῖς ἁμαρτήμασι τῶν ἀνθρώπων. Καὶ ἐτολμήσατέ με λέγειν ἁμαρτωλὸν εἶναι, καὶ δικαίως εἰς ταῦτα ἐφθακέναι. (64) Στίχ. ζ´. Πεπαλαίωνται δέ καὶ ἐν πλούτῳ. Οὐκ εἰσὶ νεόπλουτοι, ἀλλὰ πολλὰ ἔτη πεποιἡ· κασι πλου τοῦντες, καὶ ἀεὶ τὸν πλοῦτον αὔξοντες.