Ancient Greek · ~2 min
ΚΕΡ. Μ΄.
Origen, Homiliae in Job (fragmenta in catenis, typus II) 7-6
Not analysed yet
Στίχ. ζ΄. Ὑπερήφανον δὲ σβέσον. Ὁ ὑβριστὴς ἐστρατεύσατο κατὰ σοῦ. Εἶπέ μοί ποτε ὁ ὑβριστὴς, Ἀπόστειλον τὴν χεῖρά σου· εἶπέ μοι, Ἅψαι πάντων ὧν ἔχει· εἶπέ μοι περὶ σοῦ, ὡς ἄρα εἰς πρόσωπόν με εὐλογήσεις. Ἀλλʼ οὖν γε νενίκηκας. Διὰ τοῦτό σοι λέγω· Θάῤῥει· πᾶν δὲ ὑβριστὴν ταπείνωσον, καὶ τοὺς ἀγγέλους αὐτοῦ ταπείνωσον. Ὑπερήφανος ἐκεῖνος γεγένηται κατὰ σοῦ· ἀλλὰ σὺ ὑπερήφανον σβέσον. Ἀσεβὴς ἐκεῖνος κατὰ σοῦ· ἀλλὰ σὺ σκῆψον ἀσεβεῖς παραχρῆμα.