Ancient Greek · ~8 min
ΚΕΦ. Β´.
Origen, Homiliae in Job (fragmenta in catenis, typus II) 9
Not analysed yet
(14) Στ. θ´. Χρόνου δὲ προβεβηκότος, εἷπεν αὐτῷ ὁ γυνὴ αὐτοῦ. Ὅρα τὸ κακοῦργον. Ὅτε πολὺς διῆλθε χρόνος, τότε ἐπιτίθεται· τότε γὰρ μάλιστα τῆς δυνάμεως ἐξασθενεῖ. Διπλᾶ τὰ τῆς ἀσθενείας ἦν, τῷ τε τὸν φέροντα ἀσθενέστερον γενέσθαι τῷ μήκει τοῦ χρόνου, καὶ τῷ τὴν ἐλπίδα ἀπογνωσθῆναι μᾶλλον. Καὶ μετʼ ὀλίγα· Μὴ τοίνυν τοῦτο ἵδωμεν, ὅτι γυνὴ, ἀλλὰ τί συμβουλεύει. Τοῦτο καὶ τοῖς νῦν ἀνθρώποις παραινῶ, μὴ πρὸς τὰ τῶν προσώπων ἀξιώματα βλέπειν, ἀλλὰ πρὸς τὸν τρόπον τῆς συμβουλῆς. Γυνή ἐστιν ἵνα βοηθῇ, οὐχ ἵνα ὑποσκελίζῃ. (15) Στ. θ´ Εἶπεν αὐτῷ ἡ γυνὴ αὐτοῦ· Μέχρι τίνος καρτερήσεις; Τὸ πάντων μηχανημάτων τῶν προλαβόντων ἰσχυρότερον ὕστερον ὁ διάβολος προσάγει. Εἴθε καὶ ταύτην ἕλαβες. Εἴθε μετὰ τῶν παίδων κατέχωσας. Τινὲς δέ φασιν οὐδέ τῆς γυναικὸς εἶναι τὰ ῥήματα, ἀλλʼ αὐτὸν εἰς αὐτὴν τυπωθέντα ταῦτα φθέγγεσθαι· οὐδὲ γὰρ ἦν τὴν γυναῖκα τοῦ Ἰὼβ τοιαύτην εἶναι· πλὴν εἵ τις λέγοι, συμφορᾷ περιτραπεῖσαν, τοιαύτην αὐτὴν γενέσθαι. Καὶ μετʼ ὀλίγα· Εἰκὸς οὐ ταύτην πρώτην γεγενῆσθαι τὴν συμβουλὴν, ἀλλὰ πολλάκις πολλὰ τούτων ἀκοῦσαι χαλεπώτερα παρὰ τῆς γυναικός. Ὅρα διαβολικὴν ἀπάτην. Ἐνενόησε τὴν Εὔαν. Τοῦτο, φησὶ, τὸν πρῶτον κατήνεγκεν ἄνθρωπον· τοῦτο καὶ τούτου περιγενέσθαι δυνήσεται. Ἀλλ᾿, ὦ ἄθλιε καὶ ἀνόητε. ἐκεῖνον ἥττονα γαστρὸς εὑροῦσα, ἰὸν ἕσπειρε τὸν ἑαυτῆς. Τοῦτον δὲ ὁρᾷς φιλοσοφοῦντα, καὶ αὐτῆς περιγενόμενον τῆς φύσεως. Οὐκ ἐπέκαμψεν αὐτὸν χρημάτων ἀπώλεια, οὐδὲ παίδων θάνατος ἄωρος, οὐδὲ βάσανος σώματος ἀπαραμύθητος, οὐδὲ χρόνου μῆκος τοσοῦτον. Καὶ τὸν ὑπὸ πραγμάτων οὐχ ἁλόντα, τοῦτον ὑπὸ λόγων προσδοκᾷς χειρώσασθαι; Τοῦ αὐτοῦ. Τί τὸν ἀθλητὴν ἐκλύεις; Τί καταστέλλεις τὰς χεῖρας; δέον εἰπεῖν κατὰ τὸν Ἀπόστολον· Ἔτι μικρὸν, ἔτι μικρόν. Στ. θ´. Ἀλλ᾿ εἶπόν ῥῆμα (16) εἰς Κόριον, καὶ τελεύτα. Μετὰ τὸ τὴν τραγῳδίαν ἀκριβῶς διηγήσασθαι, τότε τὴν ἀναίσχυντον ἐπιφέρει συμβουλήν. Καὶ οὐδὲ αὐτῷ φανερῶς εἶπε, Βλασφήμησον. Οἱ γὰρ πονηρὰ συμβουλεύοντες οὐ τολμῶσιν ἀνακεκαλυμμένην εἰσάγειν τὴν συμβουλήν. Τί λέγεις, γύναι; Δέον ἐξιλεώσασθαι, δέον καταλλάξαι, παροξῦναι μᾶλλον παραινεῖς; Εἰ γὰρ Θεὸς ταῦτα ἐποίησε, παρακαλέσαι αὐτὸν, οὐ βλασφημῆσαι δεῖ. Πόθεν δὲ δῆλον, ὅτι καὶ ἐρώμενον (17) τελευτήσω; Πλὴν ὅρα ὅπως εἶχε περὶ τῆς βλασφημίας ἡ γυνή. Ὤσπερ παραχρῆμα αὐτὴν θάνατον ἐπάγειν ἱκανὴν ἡγεῖτο.