# Homiliae in Leviticum 333

Origen, Homiliae in Leviticum, Page 333. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/homiliae-in-leviticum/333

ἰουδαϊσμοῦ ὁρατοῦ καὶ ἰουδαϊσμοῦ νοητοῦ, τουτέστιν ‹ἰουδαϊσμοῦ φανεροῦ› καὶ ‹ἰουδαϊσμοῦ τοῦ ἐν τῷ κρυπτῷ›, οἱ ἀπὸ τῶν ἀθέων καὶ ἀσεβεστάτων αἱρέσεων εὐθέως διέστησαν ἀπὸ τοῦ ἰουδαϊσμοῦ καὶ τοῦ Θεοῦ τοῦ δόντος ταύτας τὰς γραφὰς καὶ ἀνέπλασαν ἕτερον θεὸν παρὰ τὸν δεδωκότα Θεὸν ‹τὸν νόμον καὶ τοὺς προφήτας›, παρὰ ‹τὸν ποιήσαντα οὐρανὸν καὶ γῆν›. τὸ δ' οὐχ οὕτως ἔχει, ἀλλ' ὁ δεδωκὼς τὸν νόμον δέδωκε καὶ τὸ εὐαγγέλιον· ὁ ποιήσας ‹τὰ βλεπόμενα› κατεσκεύασε καὶ ‹τὰ μὴ βλεπόμενα›. καὶ συγγένειαν ἔχει ‹τὰ βλεπόμενα› καὶ ‹μὴ βλεπόμενα›, οὕτω δὲ ἔχει συγγένειαν, ὥστε «τὰ ἀόρατα τοῦ Θεοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶσθαι». συγγένειαν ἔχει καὶ ‹τὰ βλεπόμενα› ‹τοῦ νόμου καὶ τῶν προφητῶν› πρὸς ‹τὰ μὴ βλε-

---

Origenes Theol., Homiliae in Leviticum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg024.local001/.
