# Homiliae in Leviticum 402

Origen, Homiliae in Leviticum, Page 402. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/homiliae-in-leviticum/402

Ὡς γὰρ ἐπὶ τῶν τοῦ σώματος τραυμάτων μετὰ τὴν θεραπείαν ἡ οὐλὴ τοῦ παθόντος μέρους ἴχνος ἐστίν, οὕτως ἐπὶ ψυχῆς ἁμαρτούσης, κἂν θεραπευθῇ, λείπεταί τις οἷον οὐλὴ ὑπὸ Θεοῦ θεωρουμένη καὶ τῶν ταῦτα βλέπειν λαβόντων ἀπὸ Θεοῦ. Ὅθεν φιλοτιμητέον πᾶν ἴχνος ἀφανίσαι τοῦ τραύματος τελείαν αὐτῷ τὴν θεραπείαν προσάγοντας, περὶ ὧν τραυμάτων Ἡσαίας φησίν· «ἀπὸ ποδῶν ἕως κεφαλῆς οὔτε τραῦμα οὔτε μώλωψ οὔτε πληγὴ φλεγμαίνουσα». Ὅτι δὲ καὶ προσάγεται τισὶν οἱονεὶ μαλάγματα, οὐ φθάνοντα ἐπὶ τοὺς ἄγαν ἁμαρτωλούς, παρίστησι διὰ τοῦ· «οὐκ ἔστι μάλαγμα ἐπιθεῖναι οὔτε ἔλαιον οὔτε καταδέσμους». Περὶ δὲ ‹συντριβῆς› καὶ ‹ἀλγηρᾶς πληγῆς› ψυχῆς καὶ ‹μετὰ πόνου θεραπευομένης ἐν παιδείᾳ στερεᾷ›, ἕως παντελῶς ἰαθῇ καὶ συνουλώσῃ τὰ τραύματα, φησὶν Ἱερεμίας· «οὕτως εἶπε Κύ-

---

Origenes Theol., Homiliae in Leviticum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg024.local001/.
