# Homiliae in Leviticum 406

Origen, Homiliae in Leviticum, Page 406. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/homiliae-in-leviticum/406

δεξαμένῳ ‹βέλος τοῦ πονηροῦ πεπυρωμένον›; Ἐρᾷ γὰρ οὗτος σαρκός τε καὶ αἵματος, γυναικὸς ἢ παιδός. Τοιοῦτοι καὶ οἱ πρὸς δόξαν μαινόμενοι καὶ ἀργύριον· ψυχὴ γὰρ ἐμπαθὴς ἐπὶ τοιούτοις ἐκκάεται. Κἂν ἀπαλλαγεῖσα τούτων ὑγιασθῇ καὶ μὴ οὕτως ὁμαλίσῃ τὸν τόπον τοῦ πάθους ὡς πρὸ τοῦ πάθους ἐτύγχανεν, ἀλλ' ᾖ κατὰ τοῦτο ‹ταπεινοτέρα›, μιαρὰ τῷ νόμῳ δοκεῖ. «Ἐν τῇ κεφαλῇ ἢ ἐν τῷ πώγωνι». Ὅρα εἰ δύναται ‹λέπρα› μὲν λαμβάνεσθαι ‹κεφαλῆς›, ὅτε ἀντὶ τοῦ ἔχειν ‹κεφαλὴν Χριστόν›, ἄλλον τινά τις λόγον ἐπιγράφηται κεφαλὴν λεπρὸν καὶ ἀκάθαρτον. Ἀλλὰ καὶ ἐὰν ἤδη τις ‹γενόμενος ἀνὴρ› καὶ δοκῶν ‹κατηργηκέναι τὰ τοῦ νηπίου› ἁμαρτάνῃ, μὴ ὡς ‹νήπιος›, ἀλλ' ἁμαρτίαν ἀνδρός, τάχα ἔχει ‹λέπραν ἐπὶ τοῦ πώγωνος›. Καὶ γυνὴ δέ, ψυχὴ ἡ μὴ προετικὴ μὲν λογικῶν σπερμάτων, δεκτικὴ δέ, ἔχοι ἄν ποτε ἐπὶ τοῦ προσώπου

---

Origenes Theol., Homiliae in Leviticum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg024.local001/.
