Ancient Greek
Volume 13
Origen, In Canticum canticorum (libri duo quos scripsit in adulescentia) 13.36
Not analysed yet
ΕΚ ΤΟΥ ΕΙΣ ΤΟ ΑΣΜΑ ΜΙΚΡΟΥ ΤΟΜΟΥ Ὃν ἐν τῇ νεότητι ἔγραφεν Ὠριγένης. Τῷ μὴ ἐξειληφότι τὸ ἰδίωμα τῶν προσώπων τῆς θείας Γραφῆς, τῶν τε λεγόντων καὶ τῶν πρὸς ἃ ὁ λόγος, πολλὴν παρέχει σύγχυσιν τὰ λεγόμενα, ζητοῦντι τὸ λέγον πρόσωπον, ὅ τι ποτέ ἐστι, καὶ τὸ πρὸς ὃ ὁ λόγος ὁποῖον, καὶ πότε τὸ λέγον ἐπαύσατο πρόσωπον, τοῦ πρὸς ὅ ἐστι πολλάκις τηρουμένου, καὶ ἑτέρου πρὸς τὸ αὐτὸ λέγοντος, ἢ τῶν πρὸς ὃ ὁ λόγος οὐκέτι ἀκούοντος, ἑτέρου δὲ διαδεξαμένου τὰ λεγόμενα, μένοντος τοῦ λέγοντος. Ἔστι δ' ὅτε μεταβάλλει ἀμφότερα, καὶ τὸ λέγον, καὶ τὸ πρὸς ὃ ὁ λόγος· ἢ ἐπὶ πλεῖον μένοντα ἀμφότερα, οὐ σαφῶς δηλοῦται μένοντα. Τί δὲ δεῖ τὰ παραδείγματα ζητεῖν ἑνὸς ἑκάστου τούτων, πάνυ τῶν προφητικῶν πεπληρωμένων τῆς διαφορᾶς αὐτῶν; Ἥτις καὶ αἰτία ἐστὶ οὐχ ἡ τυχοῦσα μὴ διακρινομένης τῆς ἀσαφείας τῶν λεγομένων. Ἔστι δὲ καὶ αὕτη συνήθεια τῆς Γραφῆς, τὸ ταχέως μεταπηδᾷν ἀπὸ τοῦ περί τινων λόγου εἰς τὸν περὶ ἑτέρων, καὶ τοῦτο ἀσαφῶς ποιεῖν καὶ συγκεχυμένως μάλιστα τοὺς προφήτας.