# In Jeremiam (Homiliae 1-11) 1-2

Origen, In Jeremiam (Homiliae 1-11), Ὁμιλία β΄. Εὶς τὸ »πῶς ἐσιράφης εἰς πικρίαν, ἡ ἅμπελος ἡ ἀλλοτρία«; μέχρι τοῦ »ἐὰν ἀποπλύνῃ ἐν νίτρῳ καὶ πληθύνῃς σεαυτῇ πόαν, κεκηλίδωμαι ἐν ταῖς ἀδικίαις σου ἐναντίον ἐμοῦ, λέγει κύριος«.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/in-jeremiam-homiliae-1-11/1-2

»Ὁ θεὸς θάνατον οὐκ ἐποίησεν, οὐδὲ τέρπεται ἐπ' ἀπωλείᾳ ζώντων· ἔκτισε γὰρ εἰς τὸ εἶναι τὰ πάντα, καὶ σωτήριοι αἱ γενέσεις τοῦ κόσμου, καὶ οὐκ ἔστιν ἐν αὐταῖς φάρμακον ὀλέθρου, οὐδὲ ᾄδου βασίλειον ἐπὶ γῆς«. εἶτα ὀλίγον ὑπερβὰς τὸ ῥητὸν ἐρῶ, πόθεν θάνατος εἰσῆλθεν· »φθόνῳ δὲ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον«. εἴ τι οὖν ἄριστον περὶ ἡμᾶς, ὁ θεὸς πεποίηκεν, ἡμεῖς δὲ ἑαυτοῖς ἐκτίσαμεν τὴν κακίαν καὶ τὰς ἁμαρτίας. διὰ τοῦτο καὶ ἐν- θάδε ἡ ἀρχὴ τοῦ ἀναγνώσματος ἡ ἐν τῷ προφήτῃ οἶον ἐπαπορητικῶς ἔλεγεν πρὸς τοὺς πικρότητα ἐσχηκότας ἐν τῇ ψυχῇ ἐναντίαν τῇ γλυκύτητι, ἣν ὁ θεὸς κατεσκεύασεν αὐτῇ· »πῶς ἐστράφης εἰς πικρίαν, ἡ ἄμπελος ἡ ἀλλοτρία;« ὡσεὶ ἔλεγε· χωλότητα οὐκ ἐποίησεν ὁ θεός, ἀλλ' ἀρτίποδας πεποίηκε πάντας, τίς αἰτία δὲ γεγένηται τοῦ τοὺς κεχωλωμένους; καὶ πεποίηκεν ὁ θεὸς τὰ μέλη πάντα προηγουμένως ὑγιαίνοντα, γέγονε δὲ τίς αἰτία τοῦ παθεῖν τινα; τὸν αὐτὸν τρόπον ἡ ψυχὴ οὐ τοῦ πρώτου μόνου γέγονε »κατ' εἰκόνα«, ἀλλὰ παντὸς ἀνθρώπου. τὸ γὰρ ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν ἡμετίραν« φθάνει ἐπὶ πάντας ἀνθρώπους. καὶ ἔστι πρεσβύτερον ὥσπερ ἐν τῷ Ἀδὰμ ἐκεῖνο ὃ οἱ πολλοὶ νοοῦαι τὸ κατ' εἰκόνα τοῦ προσειλημμένου αὐτῷ, ὅτε ἐφόρεσε διὰ τὴν ἁμαρτίαν »τὴν εἰκόνα τοῦ χοϊκοῦ«, οὕτως ἐν πᾶσι πρεσβύτερον τὸ κατ' εἰκόνα θεοῦ τῆς εἰκόνος τῆς χείρονος. »ἐφορέσαμεν« ἁμαρτωλοὶ ὄντες »τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσωμεν« μετανοοῦντες τὴν εἰκόνα τοῦ ἐπουρανίου«. πλὴν ἡ κτίσις γέγονεν ἐν εἰκόνι τοῦ ἐπουρανίου. Ἀπορεῖ οὖν ἐνθάδε πρὸς τοὺς ἁμαρτάνοντας ἐλεγκτικῶς λέγων ὁ λόγος· »πῶς ἐστράφης εἰς πικρίαν, ἡ ἄμπελος ἡ ἀλλοτρία; ἐγὼ« γὰρ »ἐφύτευσά σε ἄμπελον καρποφόρον πᾶσαν ἀληθινήν«. ἐν τοῖς πρὸ τούτων λέλεκται, καὶ ἐπαναλαβὼν ὀλίγα πείσω ὑμᾶς, ὅτι θεὸς μὲν καλὴν ἄμπελον ἐφύτευσε τὴν τοῦ ἀνθρώπου ψυχήν, ἕκαστος δὲ στραφεὶς γέγονεν ἐναντίος τῷ βουλήματι τοῦ κτίσαντος. »ἐγὼ δὲ ἐφύτευσά σε ἄμπελον καρποφόρον πᾶσαν«, οὐκ ἐκ μέρους »ἀληθινήν« οὐδὲ τὴν μὲν ἀληθινὴν τὴν δὲ ψευδῆ, ἀλλ' »ἐγὼ ἐφύτευσά σε ἄμπε- λον καρποφόρον πᾶσαν ἀληθινήν· πῶς ἐστράφης«, >ἐμοῦ σε πᾶσαν ἀληθινὴν ἄμπελον, σὺ πῶς ἐστράφης εἰς πικρίαν καὶ γέγονας ἀλλοτρία ἄμπελος;

---

Origenes, In Jeremiam (Homiliae 1-11), ed. Erich Klostermann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg009.local001/.
