# In Jeremiam (Homiliae 1-11) 1-3

Origen, In Jeremiam (Homiliae 1-11), Ὁμιλία γ΄. Εἰς τὸ »μὴ μὴ ἔρημος ἐγενόμην τῷ οἴκῳ Ἰσραήλ« μεχρι του »η γη κεχερσωμενη«;. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/in-jeremiam-homiliae-1-11/1-3

Φησὶν ὁ κύριος ἐν τῇ ἀρχῇ τῶν ἀναγνωσθέντων περὶ τοῦ Ἰσραήλ, ὅτι »ἔρημος« αὐτῷ οὐκ ἐγένετο οὐδὲ »γῆ κεχερσωμένη«. τίς οὖν γενόμενος έν τῷ τόπῳ οὐκ ἂν ζητήσαι ἐξετάζων τὸ βούλημα τοῦ γεγραμμένου; ἔστω, ὁ θεὸς ἐν τῷ Ἰσραὴλ οὐ γέγονεν ἔρημος, οὐ γέγονεν έν τῷ Ἰσραὴλ γῆ κεχερσωμένη· ἆρα οὖν ἔρημος γέγονεν ὁ κύριος τῷ Ἰσραὴλ σήμερον ἢ γῆ κεχερσωμένη νῦν αὐτῷ ἐστιν; τί δέ: ὅτε τῷ Ἰσραὴλ ἠν οὐκ ἔρημος οὐδὲ γῆ κεχερσωμένη, τοῖς ἔθνεσιν ἦν ἔρημος καὶ γῆ κεχερσωμένη; εἰ γὰρ πᾶσιν ἀεὶ οὐκ ἔρημός ἐστι καὶ πᾶσιν ἀεί ἐστιν οὐ γῆ κεχερσωμένη, τίς χρεία τοῦ ἰδίως πρὸς τὸν Ἰσραὴλ κατ᾿ ἐξαίρετον λεχθῆναι· »μὴ ἔρημος ἐγενόμην τῷ οἴκῳ Ἰσραὴλ ἢ γὴ κεχερσωμένη«; ἀλλ’ ἔστιν ἐλθεῖν ἐπὶ τὰς καθολικὰς εὐεγεσίας τοῦ θεοῦ, εἶτα μετὰ τὰς καθολικὰς εὐεργεσίας αὐτοῦ ἐπὶ τὰς ἰδικάς.

---

Origenes, In Jeremiam (Homiliae 1-11), ed. Erich Klostermann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg009.local001/.
