# In Jeremiam (Homiliae 1-11) 1-5

Origen, In Jeremiam (Homiliae 1-11), Ὁμιλία ς΄. Εἰς τὸ »κύριε, οἱ ὀφθαλμοί σου εἰς πίστιν« μέχρι τοῦ »πορεύσομαι Πρὸς τοὺς ἁδροὺς καὶ λαλήσω αὐτοῖς. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/in-jeremiam-homiliae-1-11/1-5

»Κύριε« φησὶν »οἱ ὀφθαλμοί σου εἰς πίστιν« ὡς »ὀφθαλμοὶ κυρίου ἐπὶ δικαίους«, ἀπὸ γὰρ ἀδίκων ἀποστρέφει αὐτούς, οὕτως οἱ ὀφθαλμοὶ κυρίου εἰς πίστιν, ἀπὸ γὰρ ἀπιστίας ἀποστρέφει αὐτούς. διὸ καλῶς λέλεκται ὑπὸ τοῦ νοοῦντος, τί λέγει ἐν τῇ εὐχῇ, τὸ »κύριε, οἱ ὀφθαλμοί σου εἰς πίστιν«. τὸ μὲν οὖν ἐνταῦθα γεγραμμένον ἐστίν· »κύριε, οἱ ὀφθαλμοί σου εἰς πίστιν«. ἐπεὶ δὲ »λόγον σοφὸν ἐὰν ἀκούσῃ ἐπιστήμων, αἰνέσει αὐτὸν καὶ ἐπ᾿ αὐτὸν προσθήσει«, ὅρα πόσα ἐστὶν ποιῆσαι ἀπὸ τοῦ κύριε, οἱ ὀφθαλμοί σου εἰς πίστιν«. φησὶν ὁ Παῦλος· »νυνὶ δὲ μένει τὰ τρία ταῦτα, πίστις, ἐλπίς, ἀγάπη· μείζων δὲ τούτων ἡ ἀγάπη«. ὡς ὀφθαλμοὶ κυρίου εἰς πίστιν, ὀφθαλμοὶ κυρίου εἰς ἐλπίδα, ὀφθαλμοὶ κυρίου εἰς ἀγάπην. ἐπεὶ δέ ἐστιν >πνεῦμα δυνάμεως καὶ ἀπάπης καὶ σωφρονισμοῦ<, ὀφθαλμοὶ κυρίου εἰς ἀγάπην, οὕτως ὀφθαλμοὶ κυρίου εἰς δύναμιν, οὕτως οἱ] ὀφθαλμοὶ κυρίου εἰς σωφρονισμόν. . . . ὀφθαλμοὶ κυρίου ἐπὶ δικαιοσύνην. οὕτως ἐπὶ πάσας ἀρετὰς ὀφθαλμοὶ κυρίου. εἰ οὖν βούλει καὶ σὺ τὰς ἀκτῖνας τῶν νοητῶν ὀφθαλμῶν τοῦ θεοῦ φθάνειν ἐπὶ σέ, ἀνάλαβε τὰς ἀρετάς. καὶ ἔσται ὡς τὸ »κύριε, οἱ ὀφθαλμοί σου εἰς πίστιν«, οὕτως »κύριε, οἱ ὀφθαλμοί σου« εἰς ἕκαστον ὡν ἐὰν κτήσῃ ἀγαθῶν. καὶ ἐὰν τηλικοῦτος ᾐς, ὡς τοὺς ὀφθαλμοὺς κυρίου ἐλλάμπειν σοι, ἐρεῖς· »ἐσημειώθη ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, κυριε«.

---

Origenes, In Jeremiam (Homiliae 1-11), ed. Erich Klostermann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg009.local001/.
