# In Jeremiam (Homiliae 1-11) 1-6

Origen, In Jeremiam (Homiliae 1-11), Ὁμιλία ζ΄. Εἰς τὸ »καὶ ἔσται ἐν ταῖς ἡμέραις ἐκείναις, λέγει κύριος ὁ θεός σου, οὑ μὴ πατάξω ὑμᾶς εἰς συντέλειαν« μέχρι τοῦ »οὕτως δουλεύσετε ἀλλοτρίοις ἐν τῇ οὑχ ὑμῶν«.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/in-jeremiam-homiliae-1-11/1-6

Ὁ κρίνων κατὰ >θεὸς τοὺς κολαξομένους δίδωσι τόπον καὶ οὐχ ἅμα τῷ ἁμαρτῆσαι κολάζων φέρει τὴν συντέλειαν τῆς κολάσεως ἐπὶ τὸν ἡμαρτηκότα. διὰ τοῦτο »κατὰ βραχὺ κρίνων« κολάζει. καὶ τούτου τὸ παράδειγμα έστιν] ἐν τῷ Λευιτικῷ ἐστιν· ἐν γὰρ ταῖς τῶν παραβαινόντων τὸν νόμον ἀραῖς ἀναγέγραπται μετὰ τὰς κολάσεις τὰς προτέρας· »καὶ ἔσται, ἐὰν μετὰ ταῦτα μὴ ἐπιστραφῆτε, λέγει κύριος, προσθήσω ὑμῖν κἀγὼ πληγὰς ἑπτά«. καὶ πάλιν διηγεῖται ἄλλην κόλασιν· »καὶ ἔσται, ἐὰν μετὰ ταῦτα μὴ ἐπιστραφῆτε, ἀλλὰ πορεύσησθε πρός με πλάγιοι, κἀγὼ πορεύσομαι μεθ' ὑμῶν θυμῷ πλαγίῳ‘. καὶ εὑρήσεις τὸν θεὸν ἐπιμετροῦντα κολάσεις μετὰ φειδοῦς, ἐπεὶ Ι βούλεται εἰς ἐπιστροφὴν ἀγαγεῖν τὸν ἡμαρτηκότα, καὶ οὐκ ἀθρόως πάσας ἀποδιδόντα. τοιαῦτα οὖν ὅσον ἐπὶ τῷ ῥητῷ ἐγεγόνει περὶ τὸν λαόν, καὶ ἀπειλῶν αὐτοῖς ὁ λόγος ἃ πείσονται μετ' ἐκεῖνά φησιν· »καὶ ἔσται ἐν ταῖς ἡμέραις ἐκείναις, λέγει κύριος ὁ θεός σου, οὐ μὴ πατάξω ὑμᾶς εἰς συντέλειαν« εἰ δὲ ταῦτα μάλιστα φθάνει καὶ ἐπὶ τὰς μελλούσας κολάσεις † εἰ μή, ὁ δυνάμενος ἀπὸ τῶν ἐν τῷ βίῳ συμβεβηκότων περὶ τὸν λαὸν μεταβάτω καὶ ἐπ' ἐκείνας· ἐγὼ γὰρ πειθόμενος ἂν ειποιμι, ὅτι ὡς »ὑποδείγματι καὶ σκιᾷ λατρεύουσιν ἐπουρανίων‘ « οὕτως ὑποδείγματι καὶ σκιᾷ τῶν ἀληθινῶν κολάσεων ἐκολάσθη ὁ λαὸς ἐκεῖνος ἐπὶ τοῖς ἁμαρτήμασιν ἑαυτῶν, ὡς εἶναι πᾶσαν κόλασιν τὴν κατὰ τὸν νόμον καὶ τοὺς προφήτας περὶ τὸν λαὸν περιέχουσαν σκιὰν κολάσεων ἀληθινων. Εἵπερ οὖν ἐκείνοις συντέλεια ἐπὶ ταῖς ἁμαρτίαις οὐ γέγονεν, ἀλλ' ἐπὶ τέλει ποτέ. οὕτε μήποτε ἔσται καὶ μετὰ τὴν ἔξοδον ἐπὶ τοὺς ἡμαρτηκότας κόλασις. συντέλεια δὲ ἐπὶ τὴν Ἱερουσαλήμ, ὅτε ἡ αἰχμαλωσία ἐστὶν ἡ Ναβουχοδονόσορ. καίτοιγε ἐρεῖ τις ὅτι οὐδὲ τότε συντέλεια, ἀλλ' οὐδ' ἐπὶ τοῖς Μακκαβαΐκοῖς. ἀλλὰ συντέλεια τῷ λαῷ ἐπὶ τῆς τοῦ κυρίου μου Ἱησοῦ Χριστοῦ παρουσίας. ὅσον γάρ οὐκ ἔλεγεν αὐτοῖς ὁ σωτήρ· »ἰδοὺ ἁφίεται ὑμῖν ὁ ὑμῶν«, ὑμῶν‘, οὐκ ἠφίετο. ὅτε δὲ ἔκλαυσεν ἐπὶ τὴν Ἱερουσαλὴμ λέγων. »Ἱερουσαλήμ. Ιερουσαλήμ, ὴ τοὺς προφήτας ἀποκτείνουσα καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν, ποσάκις ἡθέλησα ἑπισυναγαγεῖν τὰ τέκνα σου, ὅν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία ὑπὸ τὰς πτέρυγας τῆς, καὶ οὐκ ἡθελήσατε; ἱδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος«, ἀφεῖται ὁ οἶκος, κεκύκλωται ὑπὸ στρατοπέδων Ἱερουσλήμ« ὡς ἀφεθέντος τοῦ οἴκου καὶ »ἥγγισεν ἡ ἐρήμωσις αὐτῆς‘. εἶτα μετὰ τὸ ἐκείνων παράπτωμα ἦλθεν ἡ σωτηρία ἡμῖν τοῖς . ἐκολάζοντο οὑν ἐκεῖνοι, καὶ συντέλεια οὐκ ἔφθανεν ἐπ' αὐτοὺς ἴως τῆς τοῦ κυρίου Ἱησοῦ μου ἐπιδημίας.

---

Origenes, In Jeremiam (Homiliae 1-11), ed. Erich Klostermann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg009.local001/.
