# In Jeremiam (Homiliae 1-11) 1.1-2

Origen, In Jeremiam (Homiliae 1-11), Ὁμιλία ή. Εἰς τὸ »ύριος ὁ Ποιήσας ιὴν γῆν ἐν τῇ ἰσχύϊ αὐτοῦ« μέχρι τοῦ »ἐμωράνθη Πᾶς ἄνθρωπος ἀπὸ γνώσεως«.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/in-jeremiam-homiliae-1-11/1.1-2

Τρεῖς οἱονεὶ ἀρετὰς παραλαβὼν ὁ προφήτης τοῦ θεοῦ, τὴν ἱσχὺν αὐτοῦ καὶ τὴν σοφίαν αὐτοῦ καὶ τὴν φρόνησιν αὐτοῦ, ἐκάστῃ αὐτῶν οἰκεῖόν τι ἔργον ἀπονέμει, τῇ μὲν ἱσχύϊ τὴν γῆν, τῇ δὲ σοφίᾳ τὴν οἱκουμένην, τῇ δὲ φρονήσει τὸν οὐρανόν· ἄκουε γὰρ τῆς λέξεως λεγούσης· »κύριος ὁ ποιήσας τὴν γῆν έν τῇ ἰσχύϊ αὐτοῦ, ὁ ἀνορθώσας τὴν οἰκουμένην έν τῇ σοφίᾳ αὐτοῦ, καὶ έν τῇ φρονήσει αὐτοῦ ἐξέτεινεν τὸν οὐρανόν«. καὶ ἡμεῖς δὲ πρὸς τὴν ἡμετέραν γῆν (λέλεκται γὰρ πρὸς τὸν Ἀδάμ. »γῆ χρείαν ἔχομεν τῆς ἰσχύος τοῦ θεοῦ, χωρὶς δὲ τῆς δυνάμεως τοῦ θεοῦ οὐχ οἷοί τέ ἐσμεν ἐπιτελέσαι ταῦτα, ὅσα οὐ κατὰ >τὸ φρόνημά ἐστιν τῆς σαρκός<. >νεκρωθέντων δὲ τῶν μελῶν τῶν ἐπὶ τῆς<, ἔσται τὸ κατὰ τὸ βούλημα τοῦ πνεύματος, ἐπεὶ τῷ >πνεύματι αἱ πράξεις τῆς σαρκὸς< κατὰ τὸν ἀπόστολον θανατοῦνται. »κύριος« οὖν »ὁ ποιήσας τὴν γῆν έν τῇ ἰσχύϊ αὐτοῦ«. ἐὰν δὲ ἔλθῃς καὶ ἐπὶ ταύτην τὴν γῆν, εἰ δύνασαι ἰδεῖν τὸ ἐν τῷ Ἰὼβ γεγραμμένον, ὡς έν τοῖς ἀκριβεστέροις ἀντιγράφοις εὕρομεν, ὅτι ἔστησεν αὐτὴν »ἐπ᾿ οὐδενί«, ὄψῃ ὅτι ἰσχυϊ θεοῦ κατὰ τὸ μεσαίτατον κεῖται. Ἕρχομαι καὶ ἐπὶ τὴν οἰκουμένην. οἶδα ψυχὴν οἰκουμένην, οἶδα ψυχὴν ἔρημον. εἰ γὰρ οὐκ ἔχει τὸν θεόν, εἰ οὐκ ἔχει τὸν Χριστὸν τὸν εἰπόντα· >ἐγὼ καὶ ὁ πατήρ μου ἐλευσόμεθα πρὸς αὐτὸν καὶ μονὴν παρ᾿ αὐτῷ, ποιησόμεθα< εἰ οὐκ ἔχει τὸ πνεῦμα τὸ ἅγιον ψυχή, ἔρημός έστιν. οἰκουμένη δέ ἐστιν, ὅτε πεπλήρωται θεοῦ, ὅτε ἔχει τὸν Χριστόν, ὅτε πνεῦμα ἅγιόν ἐστιν ἐν αὐτῇ. ταῦτα δὲ ποικίλως καὶ διαφόρως έν ταῖς γραφαῖς λέγεται, τὸ εἶναι τὸν πατέρα καὶ τὸν υἱὸν καὶ τὸ ἄγιον πνεῦμα ἐν τῇ τοῦ ἀνθρώπου ψυχῇ. ὁ γοῦν Δαβὶδ ἐν τῷ ψαλμῷ τῆς ἐξομολογήσεως περὶ τούτων τῶν πνευμάτων αἰτεῖ τὸν πατέρα λέγων· »πνεύματι ἡγεμονικῷ στήριξόν με«, »πνεῦμα εὐθὲς ἐγκαίνισον έν τοῖς ἐγκάτοις μου«, »καὶ τὸ πνεῦμα τὸ ἅγιόν σου μὴ ἀντανέλῃς άπ΄ ἐμοῦ((. τίνα τὰ τρία πνεύματα ταῦτα; τὸ ἡγεμονικὸν ὁ πατήρ, τὸ εὐθὲς ὁ Χριστός, καὶ τὸ πνεῦμα τὸ ἅγιον τὸ τὸ ἄγιον ταῦτα είς τὸ παραστῆσαι τὴν οἱκουμένην οὐκ ἄλλως μένην ἢ έν τῇ σοφίᾳ τοῦ θεοῦ· »ἡ« γὰρ »σοφία βοηθήσει τῷ σοφῷ ὑπὲρ δέκα ἐξουσιάζοντας τοὺς ὄντας έν τῇ πόλει«. »σοφίαν δὲ καὶ παιδείαν ὁ ἐξουθενῶν ταλαίπωρος, καὶ κενὴ ἡ ἐλπὶς αὐτοῦ, καὶ οἱ κόποι αὐτοῦ ἀνόνητοι, καὶ ἄχρηστα τὰ ἔργα αύτοῦ«, φησὶν ἡ Σοφία ἡ ἐπιγεγραμμένη Σολομῶντος. διὰ τοῦτο ὅση δύναμις, ἐπεὶ ἀνορθοῦται ἡ οἰκουμένη έν τῇ σοφίᾳ τοῦ θεοῦ, βουλώμεθα δὴ καὶ αὐτοὶ ἀνορθωθῆναι ἡμῶν τὴν οἰκουμένην τάχα πεσοῦσαν· πέπτωκεν γὰρ αὕτη ὴ οἰκουμένη ἡνίκα ἤλθομεν εἰς τὸν τόπον τῆς κακώσεως, πέπτωκεν αὕτη ἡ οἰκουμένη ἡνίκα »ἡμάρτομεν, ἠσεβήσαμεν, ἡδικήσαμεν«, καὶ δεῖται ἀνορθώσεως. θεὸς οὖν ὁ ἀνορθώσας τὴν οἱκουμένην ἐστίν. εἰ δὲ μὴ τοιοῦτον λαμβάνεις τὸ »ἀνορθώσας τὴν οἱκουμένην«, ἀλλὰ κοινότερον νοήσας τὴν ἰκουμένην, ζήτει πόθεν ἀνορθώσας ἐστὶν τὴν οἰκουμένην, ζήτει τῆς οἱκουμένης πτῶσιν, ἕνα εὑρὼν αὑτῆς τὴν πτῶσιν ἴδῃς αὐτῆς τὴν ἀνόρθωσιν. εἴ τις οὖν έστιν ἐν τῇ οἰκουμένῃ ταύτῃ, ἐὰν οὔτως νοήσῃς τὴν οἰκουμένην, πρὸ ἀνορθώσεως κεν. εἰ δὲ πέπτωκε δῆλον ὅτι δεῖται τῆς ἀνορθώσεως, οὐδεὶς δὲ πεσὼν δεῖται τῆς ἀνορθώσεως. ݲεἰ δὲ ἀνωρθώθη, ἴδωμεν τίς δῆλον ὅτι πέπτωκεν ἕκαστος τῶν ἐν τῇ οἰκουμένῃ ἀπὸ ἀμαρτίας. καὶ κύριός έστιν ὁ ἀνορθῶν τοὺς κατερραγμένους«, καὶ »ὑποστηρίζει πάντας τοὺς καταπίπτοντας«, »ἐν τῷ Ἀδὰμ πάντες άποθνᾐσκουσιν«, καὶ οὕτως πέπτωκεν ἡ οἰκουμένη καὶ δεῖται ἀνορθώσεως, έν »ἐν τῷ Χριστῷ πάντες« ζωοποιηθῶσιν. ὥστε διχῶς ἀποδέδωκα τὰ περὶ τῆς οἰκουμένης, πῇ μὲν ἐπὶ ἔνα ἕκαστον δεικνὺς πῶς ἐκάστη ψυχὴ ἤτοι οἱκουμένη ἐστὶν ἢ ἔρημος, πῇ δὲ ἐπ’ αὐτῆς στήσας τὸν λόγον τῆς οἰκουμένης.

---

Origenes, In Jeremiam (Homiliae 1-11), ed. Erich Klostermann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg009.local001/.
