# In Jeremiam (Homiliae 1-11) 10-2

Origen, In Jeremiam (Homiliae 1-11), Ὁμιλία ε΄. Εἰς τὸ »ἐπιστ ράηητε, υἱοὶ ἐπιστρέφοντες, καὶ ἰάσομαι τὰ συντρίμματα ὑμῶν« μέΧρι τοῦ »περιζώσασθε σάκκους ἐπὶ τούτοις«.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/in-jeremiam-homiliae-1-11/10-2

»Διότι ἐναντίον τοῦ θεοῦ ἠμῶν ἡμάρτομεν ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν«. εἴθε καὶ ἡμεῖς λέγωμεν, ὡς οὗτοι κατὰ τὴν προσωποποιίαν τοῦ προφήτου. ἡμάρτομεν. οὐ ταὐτόν ἐστιν τὸ »ἡμάρτομεν« τῷ ἁμαρτάνομεν· ὁ μὲν γὰρ ἔτι ἐν ἁμαρτίᾳ ὢν μὴ λεγέτωἡμάρτομεν, ὁ δὲ προαμαρτήσας, ἀκριβῶς δὲ μετανοήσας λεγέτω ἡμάρτομεν, ὡς καὶ ἐν τῷ Δανιὴλ γέγραπται ἐξομολόγησις τῶν μηκέτι ἁμαρτανόντων λεγόντων· »ἡμάρτομεν, ἠνομήσαμεν«, καὶ ἐν Ψαλμοῖς· »μὴ μνησθῇς ἡμῶν ἀνομιῶν ἀρχαίων« φησὶν ὁ προφήτης. καὶ ἡμεῖς οὖν ἐξομολογησώμεθα τὰς ἁμαρτίας, εἴθε μὴ χθιζάς, εἴθε μὴ τριθημερινάς, ἀλλ᾿ εἴθε ἐξομολογούμενοι ἐξομολογησώμεθα περὶ ἁμαρτημάτων πρὸ πεντεκαίδεκα ἐτῶν γεγνημένων, τῷ μηκέτι ἁμαρτίαν ἔχειν μετ᾿ ἐκεῖνα ἐπὶ πεντεκαίδεκα ἔτη. εἰ δὲ χθὲς ἡμάρτομεν, οὔπω ἀξιόπιστοί ἐσμεν ἐξομολογούμενοι περὶ τῶν ἁμαρτημάτων ἡμῶν· οὐδὲ χώραν ἔχει ἀπαλειφθῆναι τὰ ἁμαρτήματα ἡμῶν ταῦτα. »διότι ἡμάρρας ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν ἀπὸ νεότητος ἡμῶν ἔως τῆς ἡμέρας ταύτης«. ἐκεῖνα μὲν ἄλλως λελέχθω εἰς διδασκαλίαν τὴν περὶ τρόπου ἀρίστου ἐξομολογήσεως· ταῦτα δέ ἐστιν κατηγορία τοῦ ἐκ πολλοῦ ἁμαρτάνειν. »ἀπὸ νεότητος« φησὶν »ἕως τῆς ἡμέρας ταύτης, καὶ οὐχ ὑπηκούσαμεν τῆς φωνῆς κυρίου τοῦ θεοῦ ἡμῶν«· ἡμάρτομεν, καὶ οὐχ ὑπηκούσαμεν ἕως τοῦ παρόντος. εἶτα ἐπιστρέφαντες καὶ ἀρχὴν ἔχοντες ἐπιστροφῆς λέγουσιν τὸ >ἡμάρτομεν, καὶ οὐχ ὑπηκούσαμεν<. οὐδὲ γὰρ ἅμα τῷ θέλειν ὑπακοῦσαι ἤδη εὐθέως ὑπακούομεν· καὶ γὰρ ἔτι χρόνου δεῖ, ὥσπερ ἐπὶ τῶν τραυμάτων πρὸς τὴν ἴασιν, οὕτως καὶ ἐπὶ τῆς ἐπιστροφῆς, πρὸς τὸ τελείως καὶ καθαρῶς ἐπιστρέψαι πρὸς τὸν θεόν.

---

Origenes, In Jeremiam (Homiliae 1-11), ed. Erich Klostermann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg009.local001/.
