# In Jeremiam (Homiliae 1-11) 10

Origen, In Jeremiam (Homiliae 1-11), Ὁμιλία α΄. Πότε ἤρξατο Προφητεύειν Ἱερεμίας καὶ ἐπὶ τίνων Προεφήτευσε βασιλέων καὶ ἑξῆς τίνα ἐρρέθη αὐτῷ παρὰ κυρίου.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/in-jeremiam-homiliae-1-11/10

Εἴτε δὲ πρὸς τὸν Ἱερεμίαν εἴτε πρὸς τὸν σωτῆρα λέγεται· »πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε«, ἀναγνοὺς τὴν Γένεσιν καὶ τηρήσας τὰ εἰρημένα περὶ τῆς κτίσεως τοῦ κόσμου εὑρήσεις, ὅτι ἡ γραφὴ πάνυ διαλεκτικώτατα οὐκ εἶπεν ὅτι πρὸ τοῦ με ποιῆσαί σε ἐν κοιλίᾳ ἐπίσταμαί σε. ὅτε μὲν γάρ ὁ »καὶ εἰκόνα« ἐκτίζετο, »εἶπεν ό θεός· ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν«, οὐκ εἰπεν· πλάσωμεν. ὅτε δὲ ἔλαβε »χοῦν ἀπὸ τῆς γῆς«, οὐ πεποίηκε τὸν ἄνθρωπον, ἀλλ' »ἔπλασε τὸν ἄνθρωπον« καὶ >ἔθετο ἐν τῷ παραδείσῳ τὸν ἄνθρωπον ὄν ἔπλασεν, ζεσθαι αὐτὸν καὶ φυλάσσειν καὶ πλάσεως , ὅτι ὁ κύριος εἴτε πρὸς τὸν Ἱερεμίαν εἴτε πρὸς τὸν σωτῆρα οὐκ εἶπεν· >πρὸ τοῦ με ποιῆσαί σε ἐν κοιλίᾳ σε ἀπὸ τοῦ χοῦ τῆς γῆς τοῦτο ἐν κοιλίᾳ κτίζεται. »Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί οε«. εἰ πάντας ἠπίστατο ὁ κύριος [†πρὸς τὸ »οὐκ ἐπίσταμαι λαλεῖν« ἐπεὶ πάντας ὁ κύριος λεκτέον γάρ], οὐκ ἂν ὡς ἐξαίρετον ἔλεγε τῷ Ἱερεμίᾳ τὸ καὶ ἐπίσταμαί οε«. οὐκοῦν τοὺς διαφέροντας ἐπίσταται ό θεός, τοὺς ἀξίους τῆς γνώσεως αὐτοῦ ἐπίσταται ό θεός, καὶ »ἔγνω κύριος τοὺς ὄντας αὐτοῦ«, τοὺς δὲ ἀναξίους οὐκ ἐπίσταται ό θεὸς, ὡς οὐδὲ ό σωτὴρ γέγων· »οὐδέποτε ἔγνων ὑμᾶς«. ἡμεῖς ἄνθρωποι ὄντες, ὅσον προκόπτομεν, κρίνομέν τινα ἄξια ὄντα τοῦ ἐπίστασθαι ἡμᾶς αὐτά· καί τινα οὐδὲ ἀκούειν θέλομεν, ἵνα μὴ αὐτὰ ἐπιστώμεθα μηδὲ εἰδῶμεν, τινὰ δὲ θέλομεν ἐπίστασθαι. τί δὲ ὁ τῶν ὅλων θεός; θέλει ἐπίστασθαι τὸν φαραώ, θέλει ἐπίστασθαι τοὺς Αἰrυπτίους, οὐκ εἰσὶ δὲ ἄξιοι τῆς ἐπιστήμης τοῦ θεοῦ· Μωσῆς δὲ ἄξιος, καὶ ἕκαστος τῶν προ- φητῶν τηλικοῦτος. πολλά σε δεῖ κατορθῶσαι, ἵνα ὁ θεὸς ἄρξηταί σε ἐπίστασθαι. τὸν μὲν γὰρ Ἱερεμίαν πρὸ τοῦ πλάσαι ἐν καοιλίᾳ< ἠπίστατο· ἄλλον δὲ ἄρχεται ἐπίστασθαι τριάκοντα ἔτη γεγονότα, ἄλλον τεσσάρακοντα ἔτη γεγονότα. Λόγοι εἰσὶν ἀπόρρητοι, περὶ μὲν οὖν τοῦ σωτῆρος οὐ ζητούμενοι, περὶ δὲ τοῦ Ἱερεμίου τοῖς ὦτα ἔχουσιν ἐπιστάσεως δεόμενοι.

---

Origenes, In Jeremiam (Homiliae 1-11), ed. Erich Klostermann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg009.local001/.
