# In Jeremiam (Homiliae 1-11) 13.1

Origen, In Jeremiam (Homiliae 1-11), Ὁμιλία ε΄. Εἰς τὸ »ἐπιστ ράηητε, υἱοὶ ἐπιστρέφοντες, καὶ ἰάσομαι τὰ συντρίμματα ὑμῶν« μέΧρι τοῦ »περιζώσασθε σάκκους ἐπὶ τούτοις«.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/in-jeremiam-homiliae-1-11/13.1

ἐπιφέρει· »καὶ εὐλογήσουσιν ἐν αὐτῷ ἔθνη, καὶ ἐν αὐτῷ αἰνέσουσιν τῷ θεῷ ἐν Ἱερουσαλήμ. ὅτι τάδε λέγει κύριος τοῖς ἀνδράσιν Ἰούδα καὶ τοῖς κατοικοῦσιν Ἱερουσαλήμ«. εἴρηκεν τοῖς ἀπὸ τῶν ἐθνῶν, εἴρηκεν καὶ τοῖς ἀπὸ τοῦ Ἰσραήλ, λέγει τοῖς ἀπὸ τοῦ Ἰούδα. μέμνημαι τῶν πρώην εἰρημένων περὶ τοῦ Ἰούδα καὶ τῶν κατοικούντων ἐν Ἱερουσαλὴμ τροπολογιῶν. κατοικοῦμεν γὰρ ἡμεῖς, ἐὰν ὁ θεὸς διδῷ, ἐν τῇ Ἱερουσαλήμ. ἐπεὶ >ὅπου ὁ θησαυρός, ἐκεῖ καὶ ἡ καρδία< ἐὰν θησαυρίζωμεν ἐν οὐρανῷ, καὶ ἔχομεν τὴν καρδίαν ἐν Ἱερουσαλὴμ τῇ ἄνω, περὶ ἧς ὁ ἀπόστολός φησιν· »ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶν μήτηρ ἡμῶν, ὡς γέγραπται« καὶ τὰ ἑξῆς. »Τάδε« οὖν »λέγει κύριος τοῖς ἀνδράσιν Ἰούδα καὶ τοῖς κατοικοῦσιν Ἱερουσαλήμ· νεώσατε ἑαυτοῖς νεώματα, καὶ μὴ σπείρετε ἐπ᾿ ἀκάν- θαις«. ὁ λόγος οὗτος μάλιστα τοῖς διδάσκουσι λέγεται, ἵνα μὴ πρότερον ἐμπιστεύσωσιν τὰ λεγόμενα τοῖς ἀκροαταῖς πρὸ τοῦ νεώματα ποιῆσαι ἐν ταῖς ψυχαῖς αὐτῶν. ὅταν γὰρ >ἀρότρῳ ἐπιβαλόντες τὴν χεῖρα< νιώματα ποιήσωσιν έν ταῖς ψυχαῖς, κατὰ >τὴν γῆν καλὴν καὶ ἀγαθὴν< τούτων ἀκουόντων, τότε σπείροντες οὐ ἐπ' ἀκάνθαις. ἐὰν δὲ πρὸ τοῦ ἀρότρου καὶ πρὸ τοῦ νεώματα ποιῆσαι έν τῷ ἡγεμονικῷ τῶν ἀκουόντων, λάβῃ τις τὰ σπέρματα τὰ ἅγιαι. τὸν περὶ τοῦ πατρὸς λόγον, τὸν περὶ τοῦ υἱοῦ, τὸν περὶ τοῦ ἁγίου πνεύματος, τὸν λόγον τὸν περὶ ἀναστάσεως, τὸν λόγον τὸν περὶ κολάσεως, τὸν λόγον τὸν περὶ ἀναπαύσεως, τὸν περὶ νόμου, τὸν περὶ προφητῶν, καὶ ἁπαξαπλῶς ἑκάστου τῶν γεγραμμένων, καὶ σπείρῃ, παραβαίνει τὴν λέγουσαν ἐντολὴν πρῶτον »νεώσατε ἑαυτοῖς νεώματα«, δεύτερον »καὶ μὴ σπείρετε ἐπ' ἀκάνθαις«. Ἀλλὰ ἐρεῖ τις τῶν ἀκουόντων· ἐγὼ οὐ διδάσκω, οὐχ ὑπόκειμαι ταύτῃ τῇ ἐντολῇ. καὶ σὺ γεωργὸς γενοῦ σεαυτοῦ, καὶ μὴ σπείρῃς ἐπ ἀκάνθαις, ἀλλὰ νέωμα ποίησόν μοι τὸ χωρίον, ὃ πεπίστευκέν σοι ὁ θεὸς τῶν ὅλων. κατανόησον τὸ χωρίον, ἴδε ποῦ εἰσιν ἄκανθαι, ποῦ >μέριμναι βιωτικαὶ καὶ πλούτου ἀπάτη καὶ φιληδονία. καὶ κατανοήσας τὰς ἀκάνθας τὰς ἐν τῇ ψυχῇ σου ζήτησον τὸ λογικὸν ἄροτρον, περὶ οὑ ὁ Ἰησοῦς φησιν τὸ »οὐδεὶς βαλὼν τὴν χεῖρα ἐπ’ ἄροτρον καὶ στραφεὶς εἰς τὰ ὀπίσω εὔθετός ἐστιν τῇ βασιλείᾳ τοῦ θεοῦ( ζητήσας αὐτὸ καὶ εὑρών, ἀπὸ τῶν γραφῶν συναγαγὼν τοὺς βοῦς τοὺς ἐργάτας τοὺς καθαρούς, ἀροτρίασον καὶ νέωσον τὴν γῆν, καὶ ἵνα μηκέτι ᾐ παλαιά, ποίησον αὐτὴν νέαν >ἐκδυσάμενος τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς αὐτοῦ καὶ ἐναυσάμενος τὸν νέον τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν ποιήσεις σεαυτῷ νέωμα, καὶ ἐὰν ποιήσῃς τὸ νέωμα, λάβε σπέρματα ἀπὸ τῶν διδασκόντων, λάβι σπέρματα ἀπὸ τοῦ νόμου, λάβε ἀπὸ τῶν προ- φητῶν, ἀπὸ τῶν εὐαγγελικῶν γραφῶν,αὐτοῦ ἀποστολικῶν λόγων, καὶ λαβὼν ταῦτα τὰ σπέρματα σπεῖρον τὴν ψυχὴν διὰ τῆς μνήμης καὶ τῆς μελέτης. αὐτόματα ταῦτα δόξει ἀνατέλλειν· τὸ δ᾿ ἀληθὲς οὐκ αὐτὰ ἀνατελεῖ μετὰ τὴν μνήμην αὐτῶν, ἀλλ' ὁ θεὸς αὐτὰ αὐζήσει· »ἐγὼ ἐφύτευσα, Ἀπολλῶς ἐπότισεν, ἀλλ' ὁ θεὸς ηὕξησεν«. καὶ εἴ τίς γε δεδύνηται κατανοῆσαι τὰς γραφάς, οὑτος πεποίηκεν νέωμα καὶ ποιήσας νέωμα ἔσπειρεν οὐκ ἐν ἀκάνθαις. ταῦτα τὰ σπέρματα οἰκονομεῖται ὑπὸ θεοῦ οὐκ αἰφνίδιον γενέσθαι στάχυς, ἀλλ᾿ ὡς ἐν τῷ κατά Μάρκον εὐαγγελίῳ >πρῶτον χόρτος, εἶτα στάχυς, εἶτα γίνεται πρὸς x003C;. ὅταν γένηται ἕτοιμον πρὸς θερισμόν, ἐλεύσονται οἱ ἐπὶ τὸν θερισμὸν ἐξαποστελλόμενοι· ὅταν γένηται ἕτοιμον πρὸς θερισμόν, ἐλεύσονται πρὸς οὓς ὁ λόγος φησίν· ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας, ὅτι λευκαί εἰσιν πρὸς θερισμὸν ἤδη«. φησὶν οὐν ἡμῖν· »νεώσατε ἑαυτοῖς νεώματα, καὶ μὴ σπείρετε ἐπ' ἀκάνθαις«. ἐὰν δὲ πρὶν καθάρῃς σου τὴν ψυχὴν ἔτι ἔχων ἀκάνθας προσίῃς τῷ διδάσκειν ἢ δυναμένῳ ἢ νομιζομένῳ ἢ καὶ αἰτῇς μαθήματα καὶ σπέρματα πνευματικά, παραβαίνεις τὴν λέγουσαν ἐντολήν· »μὴ σπείρετε ἐπ' ἀκάνθαις«.

---

Origenes, In Jeremiam (Homiliae 1-11), ed. Erich Klostermann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg009.local001/.
