# In Jeremiam (Homiliae 1-11) 15

Origen, In Jeremiam (Homiliae 1-11), Ὁμιλία α΄. Πότε ἤρξατο Προφητεύειν Ἱερεμίας καὶ ἐπὶ τίνων Προεφήτευσε βασιλέων καὶ ἑξῆς τίνα ἐρρέθη αὐτῷ παρὰ κυρίου.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/in-jeremiam-homiliae-1-11/15

ἔστι τις οἰκοδομὴ τοῦ διαβόλου, ἔστι τις οἰκοδομὴ τοῦ θεοῦ. ἡ »ἐπὶ τὴν ἄμμον« οἰκοδομὴ τοῦ διαβόλου ἐστίν, ἐπ᾿ οὐδενὶ γὰρ ἐστήρικται ἑδραίῳ καὶ βεβαίῳ καὶ ἡνωμένῳ· ἡ δὲ οἰκοδομὴ ἡ »ἐπὶ τὴν πέτραν« τοῦ θεοῦ ἐστιν. ὅρα τί λέγεται τοῖς τοῦ θεοῦ· »θεοῦ γεώργιον, θεοῦ οἰκοδομή ἐστε«. οἱ λόγοι τοίνυν τοῦ θεοῦ »ἐπὶ ἔθνη καὶ βασιλείας« εἰσίν, »ἐκριζοῦν καὶ κατασκάπτειν καὶ ἀπολλύειν«. ἐὰν ἐκριζωθῇ μέν, μὴ ἀπόληται δὲ τὸ ἐκριζωθέν, ἔστι τὸ ἐκριζωθέν. ἐὰν κατασκαφῇ μέν, οἱ λίθοι δὲ τῆς κατασκαφῆς μὴ ἀπόλωνται, ἔστι τὸ κατασκαφέν. ἔργον οὐν ἐστι τῆς ἀγαθότητος τοῦ θεοῦ, μετὰ τὸ ἐκριζῶσαι ἀπολέομαι τὸ ἐξερριζωμένον, μετὰ τὸ καθελεῖν ἀπολέσαι τὸ καθῃρημένον. ἀνάγνωθι ἐπιμελῶς ἐπὶ μὲν τῶν ἀπολλυμένων καὶ ἐκριζουμένων, πῶς ἀπόλλυνται τὰ τοιαῦτα· >τὸ δὲ ἄχυρον κατακαύσατε πυρὶ ἁσβέστῳ< καί δήσατε δέσμας ζιζάνια καὶ παράδοτε αὐτὰ πυρί< οὕτως μετὰ τὸ ἐκριζοῦσθαι ἀπόλλυται. εἰ θέλεις ἰδεῖν καὶ μετὰ καθαίρεσιν τὰ ἀπολλύμενα τῆς οἰκοδομῆς τῆς ὕλης τῆς φαύλης· χοῦς γίνεται ἡ οἰκία ἐκείνη ἡ διὰ τὴν λέπραν καθῃρη- μένη καὶ ἐκβάλλεται χοῦς γενομένη »ἔξω τῆς πόλεως«, ἵνα μηδὲ λίθος ᾖ μένων, ὁμοίως τῷ »ὡς πηλὸν πλατειῶν λεανῶ αύτούς«· δεῖ γὰρ μηδαμῶς συνεστάναι τὰ χείρονα. κατεσκάφη τι, μὴ οἱ λίθοι ἔστωσαν χρήσιμοι πρὸς [τὴν] ἄλλην οἰκοδομήν, ἣν δύναται οἰκοδομεῖν ὁ πονηρός· ἐξερριζώθη, μὴ πόλιν ἐκ τῶν ἐξερριζωμένων εὕρῃ σπέρματα, ἕνα ἐπισπείρῃ πάλιν τὰ ζιζάνια, πάντως γὰρ ἔχων τὰ σπέρματα τῶν ζιζανίων, ἐπέσπειρεν αὐτά. διὰ τοῦτο δήσατε τὰ ζιζάνια καὶ κατακαώσατε αὐτὰ πυρί< ἵνα μετὰ τὸ ἐκριζωθῆναι ἀπόληται, καὶ μετὰ τὸ κατασκαφῆναι ἡ τοῦ διαβόλου οἱκοδομὴ ἀπόληται.

---

Origenes, In Jeremiam (Homiliae 1-11), ed. Erich Klostermann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg009.local001/.
