Ancient Greek
Ὁμιλία α΄. Πότε ἤρξατο Προφητεύειν Ἱερεμίας καὶ ἐπὶ τίνων Προεφήτευσε βασιλέων καὶ ἑξῆς τίνα ἐρρέθη αὐτῷ παρὰ κυρίου.
Origen, In Jeremiam (Homiliae 1-11) 16.1
Not analysed yet
Ἀλλ’ οὐκ ἐν τούτοις ἵστανται οἱ λόγοι τοῦ θεοῦ, ἐπὶ τῷ »ἐκριζοῦν καὶ κατασκάπτειν καὶ ἀπολλύειν«. ἔστω γὰρ ἐκρεριζωμένα ἀπ' ἐμοῦ τὰ φαῦλα, κατασκαφέντα τὰ χείρονα, τί μοι ὄφελος, ἐὰν μὴ ἀντὶ τῶν ἐκριζωθέντων καταφυτευθῇ τὰ κρείττονα; τί μοι ὄφελος, ἐὰν μὴ ἀντὶ τούτων ἀνοικοδομηθῇ τὰ διαφέροντα; διὰ τοῦτο οἱ τοῦ θεοῦ λόγοι ποιοῦσι πρῶτον ἀναγκαίως τὸ »ἐκριζοῦν καὶ κατασκάπτειν καὶ ἀπολλύειν, μεθ’ ἃ τὸ »οἰκοδομεῖν καὶ καταφυτεύειν«. καὶ ἀεὶ ἐν τῇ γραφῇ τετηρήκαμεν τὰ σκυθρωποφανῆ, ἵν' οὕτως όνομάσω, Πρῶτα ὀνομαζόμενα, εἶτα τὰ δοκοῦντα εἶναι ἱλαρὰ δεύτερα λεγόμενα. »ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω«. οὐκ εἶπεν· »ἐγὼ ζῆν ποιήσω«, μετὰ τοῦτο· »ἀποκτενῶ« · ἀμήχανον γάρ, ὃ πεποίηκε ζῆν ὁ θεός, ὑπ' αὐτοῦ ἢ ὑπ' ἄλλου τινός. ἀλλ’ ἀλλ' ἀποκτενῶ καὶ ζῆν ποιήσω«. τίνα ἀποκτενῶ; Παῦλον τὸν προδότην, Παῦλον τὸν διώκτην· »καὶ ζῆν ποιήσω«, ἵνα γένηται »Παῦλος ἀπόστολος Ἰησοῦ χρι- στοῦ«. ταῦτα εἰ νενοήκεισαν οἱ ταλαίπωροι οἱ ἀπὸ τῶν αἱρέσεων, οὐκ ἂν αὐτὰ συνεχῶς προέφερον ἡμῖν λέγοντες· ὁρᾷς τὸν θεὸν τὸν τοῦ νόμου πῶς ἐστιν ἄγριος καὶ ἀπάνθρωπος καὶ λέγει· »ἐγὼ ἀποκτενῶ, καὶ ζῆν ποιήσω«; οὐ βλέπεις ἐν ταῖς γραφαῖς ἐπαγγελίαν ἀναστάσεως νεκρῶν; ἢ οὐχ ὁρᾷς τὴν ἀνάστασιν τῶν νεκρῶν ἤδη προοιμιαζομένην καθ’ ἕκαστον; »συνετάφημεν« τῷ Χριστῷ »διὰ τοῦ βαπτίσματος« καὶ συνανέστημεν αὐτῷ. Οὐκοῦν ἀπὸ σκυθρωποτέρων μὲν φωνῶν, ἀναγκαίων δὲ ἄρχεται οἶον »ἀποκτενῶ« εἶτα ἀποκτείνας »καὶ ζῆν ποιήσω· πατάξω, κἀγὼ ἰάσομαι«· »ὅν γὰρ ἀγαπᾷ κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται«. πρῶτον πατάσσει καὶ μετὰ τοῦτο ἰᾶται· »αὐτὸς γὰρ ἀλγεῖν ποιεῖ καὶ πάλιν ἀποκαθίστησιν«. οὕτω δὲ καὶ ἐνθάδε· »καθέστακά σε σήμερον ἐπὶ ἔθνη καὶ βασιλείας, ἐκριζοῦν καὶ κατασκάπτειν καὶ ἀπολλύειν καὶ ἀνοικοδομεῖν καὶ καταφυτεύειν«. πλὴν πρῶτόν ἐστιν ἐκεῖνα τὰ φαῦλα ἀφαιρεθῆναι ἀφ’ ἡμῶν. οὐ δύναται εἰς τόπον τῆς οἰκοδομῆς τῆς φαύλης οἰκοδομεῖν ὁ θεός. »τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ; τίς κοινωνία φωτὶ πρὸς σκότος«; δεῖ τὴν κακίαν ἐκ βάθρων ἐκριζωθῆναι, δεῖ τὴν οἰκοδομὴν τῆς κακίας καταναλωθῆναι ἀπὸ τῆς ψυχῆς ἡμῶν, ἵνα μετὰ ταῦτα οἱ λόγοι τοῦ θεοῦ οἰκοδομῶσι καὶ φυτεύωσι· οὐ δύναμαι γὰρ ἄλλως νοῆσαι τὰ γεγραμμένα· »ἰδοὺ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου«. τί ποιοῦσιν οἱ λόγοι; »ἐκριζοῦν καὶ κατασκάπτειν καὶ ἀπολλύειν«. λόγοι ἐκριζοῦσιν »ἔθνη«, λόγοι κατασκάπτουσι βασιλείας‘ «<ἀλλ᾿ οὐ τὰς x003E; ταύτας ταύτας τὰς καὶ κοσμικάς. ἀξίως λόγων κατασκαπτόντων, ἀξίως λόγων ἐκριζούντων νόει τὰ ἐκριζούμενα ὑπὸ λόηων, τὰ κατασκαπτόμενα ὑπὸ λόγων. ἆρα ἄρτι ἐν τοῖς λεγομένοις οὐκ ἔστι δύναμις, ἐὰν ὁ θεὸς διδῷ (κατὰ τὸ »κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις πολλῇ«), δύναμις ἐκριζοῦσα, εἴ τις ἀπιστία, εἴ τις ὑπόκρισις, εἴ τις πονηρία, εἴ τις ἀκολασία; οὐκ ἔστι κατασκάπτουσα, εἴ που εἰδωλεῖον ᾠκοδόμηται εἰς τὴν καρδίαν; ἵνα ἐκείνου κατασκαφέντος οἰκοδομηθῇ ναὸς τοῦ θεοῦ, καὶ δόξα τοῦ θεοῦ εὑρεθῇ ἐν τῷ ἀνοικοδομηθέντι ναῷ, καὶ γένηται οὐκ ἄλσος, ἀλλὰ φυτεία παράδεισος τοῦ θεοῦ, ὅπου ὁ ναὸς τοῦ θεοῦ έν Χριστῷ Ἰησοῦ· ᾦ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.