# In Jeremiam (Homiliae 1-11) 16

Origen, In Jeremiam (Homiliae 1-11), Ὁμιλία ε΄. Εἰς τὸ »ἐπιστ ράηητε, υἱοὶ ἐπιστρέφοντες, καὶ ἰάσομαι τὰ συντρίμματα ὑμῶν« μέΧρι τοῦ »περιζώσασθε σάκκους ἐπὶ τούτοις«.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/in-jeremiam-homiliae-1-11/16

»σημάνατε σάλπιγγι ἐπὶ τῆς γῆς«. ὁ λόγος ὁ ὑψηλός, ὁ διεγείρων τὸν ἀκροατήν, ὁ παρασκευάζων αὐτὸν εἰς τὸν < τὸν κατὰ τῶν παθῶν, εἰς τὸν >τὸν κατὰ τῶν ἐνεργειῶν τῶν ἀντικειμένων, ὁ παρασκευάζων αὐτὸν εἰς τὰς ἑορτὰς τὰς οὐρανίους εἰς ἀμφότερα γὰρ ταῦτα λέγεται) παραλαμβάνεται σάλπιγξ. ἐν τοῖς Ἀριθμοῖς ὁ τοιοῦτος λόγος σάλ- πιγξ ἐστίν· οἷον ἐμοὶ κελεύει ὁ λόγος καὶ εἴ τινι ἄλλῳ δέδοται δὲ τῷ βουλομένῳ καὶ ζητήσαντι τὸν νοῦν τῶν γραφῶν) κελεύει ποιῆσαι »σάλπιγγας ἀργυρᾶς ἐλατάς«. οὕτω φησὶν ὁ λόγος· »σημάνατε σάλπιγγι ἐπὶ τῆς γῆς, καὶ κεκράξατε μέγα· εἴπατε· συνάχθητε καὶ εἰσέλθωμεν εἰς τὰς πόλεις τὰς τειχήρεις«. εἰς ἀτείχιστον πόλιν οὐ βούλεται ἡμᾶς εἰσελθεῖν ὁ λόγος τοῦ θεοῦ, ἀλλ’ εἰς ἡ ἐκκλησία τοῦ ζῶντος < τετειχισμένη ὑπὸ τῆς < τοῦ λόγου οὗτος γάρ ἐστιν τὸ τεῖχος) † ἐν τῷ ἑπτακαιδεκάτῳ κεῖται Ψαλμῷ, ὅτι καὶ τεῖχός ἐστιν ὁ θεός. »Ἀναλαβόντες φεύγετε εἰς Σιών«· ὅσοι ἐστὲ ἔξω τῆς Σιών, »ἀναλαβόντες φεύγετε εἰς Σιών· σπεύσατε, μὴ στῆτε«, οἱ ἐν τῇ προκοπῇ σπεύσατε ἐπὶ τὸ Σκοπευτήριον, »ὅτι κακὰ ἐγὼ ἐπάγω ἀπὸ βορρᾶ καὶ συντριβὴν μεγάλην«· τῶν ἐπαγομένων κακῶν »ἀπὸ βορρᾶ«, βορρᾶ τοῦ ἀντικειμένου, ὡς πολλάκις λέλεκται, ὃς ἐὰν εὑρεθῇ μὴ σπεύσας μηδὲ εἰσελθὼν » εἰς τὰς πόλεις τὰς τειχήρεις«, μὴ γενόμενος ἐν ταῖς ἐκκλησίαις τοῦ θεοῦ«, ἀλλ᾿ ἔξω ἑστηκώς, αὐτὸς ὑπὸ τῶν πολεμίων καταληφθεὶς ἀναιρεθήσεται. τίς δέ ἐστιν ὁ πολέμιος; ἴδωμεν ἐκ τῶν ἑξῆς τίνα τρόπον λέγεται· »ἀνέβη λέων ἐκ τῆς μάνδρας αὐτοῦ, ἐξολοθρεύων ἔθνη ἐξῆρεν«. οὑτός ἐστιν ὁ πολέμιος, ὃν δεῖ ἡμᾶς φυγεῖν. λέων ἡμᾶς καταδιώκει. τίς οὑτος; Πέτρος Πέτρος διδάσκει λέγων· »ὁ ἀντίδικος ὑμῶν διάβολος ὡς λέων ὠρυόμενος περιπατεῖ ζητῶν τίνα καταπίῃ· ᾧ ἀντίστητε στερεοὶ τῇ πίστει«· καὶ κατὰ τὸν ἔνατον Ψαλμὸν »ἐνεδρεύει ἐν ἀποκρύφῳ, ἐνεδρεύει ὡς λέων ἐν τῇ μάνδρᾳ αὐτοῦ«. καὶ ἐνεδρεύει οὑτος ὁ λέων οὐχ ἡμέρας, ἀλλ’ ἐπὰν γένηται νύξ· κατὰ γὰρ τὸν ἑκατοστὸν τρίτον Ψαλμόν· »ἒθου σκότος καὶ ἐγένετο νύξ. έν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ, σκύμνοι ὠρυόμενοι ἁρπάσαι καὶ ζητῆσαι παρὰ τοῦ θεοῦ βρῶσιν αὐτοῖς«.

---

Origenes, In Jeremiam (Homiliae 1-11), ed. Erich Klostermann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg009.local001/.
