# In Jeremiam (Homiliae 1-11) 2-2

Origen, In Jeremiam (Homiliae 1-11), Ὁμιλία β΄. Εὶς τὸ »πῶς ἐσιράφης εἰς πικρίαν, ἡ ἅμπελος ἡ ἀλλοτρία«; μέχρι τοῦ »ἐὰν ἀποπλύνῃ ἐν νίτρῳ καὶ πληθύνῃς σεαυτῇ πόαν, κεκηλίδωμαι ἐν ταῖς ἀδικίαις σου ἐναντίον ἐμοῦ, λέγει κύριος«.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/in-jeremiam-homiliae-1-11/2-2

Μετὰ ταῦτα ἴδωμεν τὸ »ἐὰν ἀποπλύνῃ ἐν νίτρῳ καὶ πληθύνῃς σεαυτῇ πόαν, κεκηλίδωσαι έν ταῖς ἀδικίαις σου ἐναντίον ἐμοῦ, λέγει κύριος«. ἀρα ᾤετό τις ἁμαρτήσασα ψυχὴ νίτρον λαβοῦσα καὶ ἀποπλυναμένη νίτρῳ αἰσθητῷ, ὄτι παύεται τῆς κηλῖδος καὶ παύεται τῆς ἁμαρτίας; ὑπελάμβανε δέ τις πόαν ταύτην τὴν ἀνατέλλουσαν ἀπὸ γῆς λαβὼν καὶ ἀποπλυνάμενος καὶ ἀποσμηξάμενος καθαρθῆναι τὴν ψυχήν, ὅτι λέγει ἐνταῦθα ὁ λόγος τῇ στραφείσῃ εἰς πικρίαν καὶ γενομένῃ ἀλλοτρίᾳ ἀμπέλῳ· »ἐὰν ἀποπλύνῃ ἐν νίτρῳ καὶ πληθύνῃς σεαυτῇ πόαν, κεκηλίδωσαι ἐν ταῖς ἀδικίαις σου ἐναντίον ἐμοῦ, λέγει κύριος((; ἀλλὰ χρὴ εἰδέναι, ὅτι ὁ λόγος πᾶσᾳν δύναμιν ἔχει· καὶ ὥσπερ πάσης γραφῆς δύναμιν ἔχει, οὕτως ὁ λόγος ἔχει παντὸς φαρμάκου δύναμιν καὶ παντὸς τοῦ καθαρίζοντος δύναμίς ἐστι καὶ σμηκτικώτατος· »ζών γὰρ ὁ λόγος τοῦ θεοῦ καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον«. καὶ ὃ ἐὰν εἴπῃς, οὖ ἐστι χρεία, τοῦτό ἐστιν ἔν τῇ δυνάμει τοῦ λόγου. ἔστιν οὖν τις λόγος νίτρον καὶ ἕστι τις λόγος πόα, ὅστις τοὺς τοιούτους ῥύπους καθαίρει λαληθείς. ἐπεὶ δὲ ἀπὸ τοῦ τοιούτου λόγου ὅστις ἐστὶ νίτρον καὶ ἀπὸ τοῦ τοιούτου δὲ λόγου ὅς ἐστι πόα οὐ πᾶσα ἁμαρτία θεραπεύεται. ἀλλ’ ἔστιν ἁμαρτήματα οὐ δεόμενα νίτρου οὐδὲ πόας, λέγεται πρὸς τὴν οἰομένην ἁμαρτήματα ἔχειν ὡς δυνάμενα ἀποπτῆναι ἐν νίτρῳ καὶ πόᾳ, τὸ »ἐὰν ἀποπλύνῃ ἐν νίτρῳ καὶ πληθύνῃς σεαυτῇ πόαν, κεκηλίδωσαι ἐναντίον ἐμοῦ έν ταῖς ἀδικίαις σου, λέγει κύριος». καὶ ὥσπερ τῶν τραυμάτων τινά ἐστιν ἃ μαλάγματι θεραπεύεται, καὶ ἅλλα ἐλαίῳ θεραπεύεται, καὶ ἄλλα δεῖται καταδέσμου καὶ οὕτως ὑγιάζεται, ἄλλα δέ ἐστι τραύματα ἐφ’ οἶς λέγεται· »οὐκ ἔστι μάλαγμα ἐπιθεῖναι οὔτε ἔλαιον οὔτε καταδέσμους· ἀλλὰ ἡ γῆ ὑμῶν ἕρημος, αἱ πόλεις ὑμῶν πυρίκαυστοι«· οὕτως ἔστι τινὰ ἁμαρτήματα. ἃ ῥυποῖ τὴν ψυχήν, καὶ δεῖται ὁ ἄνθρωπος ἐπὶ τούτοις τοῖς ἁμαρτήμασι λόγου νίτρου, λόγου πόας· ἔστι δέ τινα ἁμαρτήματα, ἅ οὐχ· οὕτως θεραπεύεται, οὑδὲ γὰρ ῥύπῳ παραβάλλεται. διὰ τοῦτο τὰς διαφορὰς τῶν ἁμαρτημάτων ἐπιστάμενος ὁ ἐν τῷ Ἡσαἱᾳ κύριος ὅρα πῶς λέγει τὸ »ἐκπλυνεῖ κύριος τὸν ῥύπον τῶν υἱῶν καὶ τῶν θυγατέρων Σιών, καὶ τὸ αἶμα ἐκκαθαριεῖ ἐκ μέσου αὐτῶν πνεύματι κρίσεως καὶ πνεύματι καύσεως‘. ῥύπον καὶ αἶμα· ῥύπον πνεύματι κρίσεως, αἶμα πνεύματι καύσεως. εἰ οὐ »πρὸς θάνατον« πλὴν ἥμαρτες, ῥερύπωσαι. »ἐκπλυνεῖ« οὐν κύριος τὸν ῥύπον τῶν υἱῶν καὶ τῶν θυγατέρων Σιών, καὶ τὸ αἶμα ἐκκαθαριεῖ ἐκ μέσου αὐτῶν«. εἶτα ἀνταπόδοσις πρὸς μὲν »τὸν ῤύπον« »πνεύματι κρίσεως« πρὸς δὲ »τὸ αἶμα« »πνεύματι καύσεως· καὶ δεόμεθα οἱ πολλοί, χείρονα ἁμάρτωμεν, οὐ νίτρου οὐδὲ τοῦ πληθῦναι πόαν, ἀλλὰ τοῦ πνευματος της καυσεως.

---

Origenes, In Jeremiam (Homiliae 1-11), ed. Erich Klostermann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg009.local001/.
