# In Jeremiam (Homiliae 1-11) 2-3

Origen, In Jeremiam (Homiliae 1-11), Ὁμιλία γ΄. Εἰς τὸ »μὴ μὴ ἔρημος ἐγενόμην τῷ οἴκῳ Ἰσραήλ« μεχρι του »η γη κεχερσωμενη«;. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/in-jeremiam-homiliae-1-11/2-3

Οὐδενὶ ἔρημός ἐστιν ὁ θεός ἀνατέλλων τὸν ἥλιον ἐπὶ πονηροὺς καὶ · οὐδενὶ κεχερσωμένη γῆ ἐστι, >βρέχων ἐπὶ καὶ ἀδίκους<. πῶς ἔρημος, ἀνατέλλων ἡμέραν καὶ νύκτα εἰς ἀνάπαυσιν ποιῶν; πῶς ἔρημος τὴν γῆν ποιῶν καρποφορεῖν; πῶς ἔρημος ἕκαστον οἰκονομῶν κατὰ τὴν ψυχὴν, ἕνα λογικὸς ᾐ, ἕνα ἐπιστήμην ἀναλαμβάνῃ, ἵνα γυμνάζηται τὸ συνετὸν αὐτοῦ κατὰ τὸ σῶμα, ἵνα ἔχῃ ἐρρωμένα »τὰ αἰσθητήρια«; ἔστιν οὐν οὐδενὶ ἔρημος ὡς πρὸς τὸν καθόλου λόγον ὁ θεός. ὡς δὲ πρὸς τὸν ἰδικόν, ἔρχομαι ἐπὶ τὸ τοῦ Ἰσραὴλ πράγματα καὶ λέγω· οὔτε ἔρημος οὔτε γῆ κεχερσωμένη ἦν, ὅτε ἐν Αἰγύπτῳ ἐποίει τὰ σημεῖα καὶ τὰ τέρατα τῷ λαῷ. εἰ δέ τις καιρὸς γέγονεν ὅτε ἐγκατελείφθησαν, οἱονεὶ ἔρημος αὐτοῖς, οὐκ ἔρημος ὢν αὐτός, ἐγένετο. ὅτε μέντοι ἦν τῷ Ἰσραὴλ οὐκ ἔρημος οὐδὲ γῆ κεχερσωμένη, τοῖς ἔθνεσι κατὰ τὸν ἰδικὸν λόγον ἔρημος καὶ γῆ κεχερσωμένη ἦν. ὅτε δὲ ἀπεστράφη τὸν Ἰσραὴλ καὶ γέγονε τῷ Ἰσραὴλ ἐκείνῳ ἔρημος καὶ γῆ κεχερσωμένη, τότε ἐξεχύθη ἡ χάρις ἐπὶ τὰ ἔθνη, καὶ γέγονε νῦν ἡμῖν Χριστὸς Ἰησοῦς οὐκ ἔρημος ἀλλὰ πλήρης, καὶ οὐ γῆ κεχερσωμένη ἀλλὰ καρποφοροῦσα· »πολλὰ« γὰρ »τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα( καὶ ἀπειλεῖ αὐτοῖς, οἷς οὐ γέγονεν ἔρημος οὐδὲ γῆ κεχερσωμένη, λέγων· ἐγὼ μὲν οὐ γέγονα ὑμῖν »ἔρημος« οὐδὲ »γῆ κεχερσωμένη«, ὑμεῖς δὲ εἰρήκατε· »οὐ κυριευθησόμεθα, οὐχ ἥξομεν πρός σε ἔτι«. ἆρα εἰρήκασιν οἱ υἱοὶ Ἰσραὴλ ἀπονενοημένως κατὰ τὴν λέξιν· »οὐ κυριευθησόμεθα«

---

Origenes, In Jeremiam (Homiliae 1-11), ed. Erich Klostermann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg009.local001/.
