# In Jeremiam (Homiliae 1-11) 2-8

Origen, In Jeremiam (Homiliae 1-11), Ὁμιλία ι΄. Εἰς τὸ »γνώρισόν μοι, κύριε, καὶ γνώσομαι« μέχρι τοῦ »συνάξατε Πάντα τὰ θηρία τοῦ ἀγροῦ, καὶ ἐλθέτωσαν τοῦ καταφαγεῖν αὐτήν‘.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/in-jeremiam-homiliae-1-11/2-8

»Ἐπ᾿ ἐμὲ ἐλογίσαντο λογισμόν, λέγοντες· δεῦτε καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ«. ὅτι μὲν ἐσταύρωσαν αὐτὸν Ι Ἰουδαῖοι, δῆλον τοῦτό ἐστιν καὶ παρρησίᾳ τοῦτο κηρύσσομεν. πῶς δὲ τοῦτο ἐφαρμόσεις τῷ »ἐλογίσαντο ἐπ᾿ ἐμὲ λογισμόν, λέγοντες· δεῦτε καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ«, ἔργον ἐστὶ νοῆσαι. ὁ τοῦ Ἰησοῦ ἄρτος ὁ λόγος ἐστὶν ἐν ᾧ τρεφόμεθα. ἐπεὶ τοίνυν διδάσκοντος αὐτοῦ ἐν τώ λαῷ ἠθέλησαν τὸ σκάνδαλον έν] τῇ διδασκαλίᾳ αὐτοῦ προσθεῖναι διὰ τοῦ σταυρῶσαι αὐτόν, εἶπον· »βάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ«. ὅταν γὰρ τῷ λόγῳ τῆς Ἰησοῦ διδασκαλίας προσάπτηται τὸ ἐσταυρῶσθαι τὸν διδάσκαλον, εἰς τὸν ἄρτον αὐτοῦ ξύλον ἐμβέβληται. ἐκεῖνοι μὲν οὖν ἐξ ἐπιβουλῆς βουλευσάμενοι λεγέτωσαν· »δεῦτε καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ«. ἐγὼ δὲ παραδοξότερον ἐρῶ· τὸ ξύλον ἐμβληθὲν εἰς τὸν ἄρτον αὐτοῦ κρείττονα τὸν ἄρτον πεποίηκεν. παράδειγμα λαμβάνω ἀπὸ τοῦ Μωσέως νόμου· τὸ ξύλον βληθὲν εἰς τὸ πικρὸν ὕδωρ ἐποίησεν αὐτὸ . οὕτως τὸ ξύλον τοῦ πάθους Ἰησοῦ Χριστοῦ ἐλθὸν εἰς τὸν λόγον πεποίηκεν τὸν ἄρτον αὐτοῦ γλυκύτερον. πρὶν ἔλθῃ γοῦν εἰς τὸν ἄρτον αὐτοῦ τὸ ξύλον, ὅτε ἄρτος μόνον ἦν καὶ ξύλον οὐκ ἦν ἐν τῇ διδασκαλίᾳ αὐτοῦ, »εἰς πᾶσαν τὴν γῆν« οὐκ »ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ«. ἀλλ᾿ ἐπεὶ προσ- έλαβεν δύναμιν ὁ ἄρτος διὰ τοῦ ξύλου τοῦ βληθέντος εἰς αὐτόν, διὰ τοῦτο ὁ λόγος τῆς διδασκαλίας αὐτοῦ νενέμηται ὅλην τὴν οἰκουμένην. καὶ τότε τὸ ξύλον [ὃ] σύμβολον ἦν τοῦ πάθους Ἰησοῦ, δι᾿ οὗ τὸ πικρὸν ὕδωρ γλυκὺ γίνεται· ἐγὼ γὰρ λέγω ὅτι ὁ νόμος μὴ νοούμενος πικρὸν ὕδωρ ἐστίν, ἐὰν δὲ ἔλθῃ τὸ ξύλον Ἰησοῦ καὶ ἡ διδασκαλία τοῦ σωτῆρός μου ἐπιδημήσῃ, γλυκάζεται καὶ ἥδιστος γίνεται ὁ Μωσέως νόμος ἀναγινωσκόμενος καὶ γινωσκόμενος. Εἶπον οὖν· »δεῦτε καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ«.

---

Origenes, In Jeremiam (Homiliae 1-11), ed. Erich Klostermann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg009.local001/.
