# In Jeremiam (Homiliae 1-11) 2.1

Origen, In Jeremiam (Homiliae 1-11), Ὁμιλία ε΄. Εἰς τὸ »ἐπιστ ράηητε, υἱοὶ ἐπιστρέφοντες, καὶ ἰάσομαι τὰ συντρίμματα ὑμῶν« μέΧρι τοῦ »περιζώσασθε σάκκους ἐπὶ τούτοις«.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/in-jeremiam-homiliae-1-11/2.1

Ἀλλ᾿ ἐρεῖ τις· ταῦτα εἴρηται πρὸς τὸν Ἰσραήλ, σὺ δὲ αὐτὰ ἕλκεις ἐπὶ τοὺς ἀπὸ τῶν Μνῶν. θέλομεν παραστῆσαι ὅτι οὐ μετὰ πολλά, ἀλλ’ εὐθύς, ὅπου βούλεται πρὸς τὸν Ἰσραὴλ λέγειν τὰ περὶ ἐπιστροφῆς, προστίθησι τὸ τοῦ Ἰσραὴλ ὄνομα. ἑξῆς γοῦν λέγεται· »ἐὰν ἐπιστραφῇ Ἰσραὴλ, λέγει κύριος, πρός με, καὶ ἐπιστραφήσεται· καὶ ἐὰν περιέλῃ τὰ βδελύγματα αὐτοῦ ἐκ τοῦ στόματος αὐτοῦ, καὶ ἀπὸ τοῦ προσώπου μου εὐλαβηθῇ, καὶ ὀμόσῆ· ζῇ κύριος μετὰ ἀληθείας καὶ ἐν κρίσει καὶ ἐν δικαιοσύνῃ, καὶ εὐλογήσουσιν ἐν αὐτῷ ἔθην«. τὰ πρῶτα τοίνυν εἴρηται πρὸς τοὺς ἀπὸ τῶν ἐθνῶν· ἐθνῶν· ἐπεὶ ἐὰν τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε πᾶς Ἰσραὴλ σωθήσεται<, κατὰ τά εἰρημένα παρὰ τῷ ἀποστόλῳ ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ. πρόσχες τίνα τρόπον ὁ μὲν θεὸς προτρέπει ἡμᾶς ἐπιστρέφοντας τελείως ἐπιστρέφειν, ἐπαγγελλόμενος ὅτι ἐὰν »ἐπιστρέφοντες« ἐπιστρέψωμεν πρὸς αὐτόν, ἰάσεται ἡμῶν διὰ Ἰησοῦ Χριστοῦ »τὰ συντρίμ- ματα«· ἡμεῖς δὲ ἀποκρινόμενοι, οἱ μὴ μέλλοντες μηδὲ βραδύνοντες περὶ τῆς σωτηρίας ὡς ἐκεῖνος ὁ Ἰσραήλ, φαμέν· »οἵδε ἡμεῖς ἐσόμεθά σοι«. ὁ μὲν θεὸς εἶπεν· ἐπιστράφητε, υἱοὶ ἐπιστρέφοντες, καὶ ἰάσο- μαι τὰ συντρίμματα ὑμῶν«· οἱ δὲ ἀπὸ τῶν ἐθνῶν· >δοῦλοι ἐσόμεθα ἡμεὶς<, οὐ πρότερον ὄντες »σοί«, ἀλλὰ δαιμόνων ὄντες, ἀλλὰ δυνάμεων ἀντικειμένων τυγχάνοντες. >ὅτε< γὰρ >διεμέριζεν ὁ ὕψιστος ἔθνη, ἐγενήθημεν ἡμεῖς οὐ μερίς σου οὐδὲ μετὰ τοῦ λαοῦ Ἰακώβ σχοίνισμα κληρονομίας , ἀλλὰ γεγόναμεν ἄλλων μερίδες· ὅμως δὲ ἡμεῖς οἱ γενόμενοι ποτὲ ποτὲ μερίδες, σοῦ εἰπόντος ἡμῖν »ἐπιστράφητε, υἱοὶ ἐπιστρέφοντες, καὶ ἐάσομαι τὰ συντρίμματα ὑμῶν« ἀποκρινόμεθα· »οἵδε ἡμεῖς«· τοῦτο γὰρ περιεμένομεν, τὴν κλῆσιν, οὐχ ὡς ἐκεῖνοι ἐκλήθησαν καὶ παρῃτήσαντο, οὕτω καὶ ἡμεῖς καλούμενοι παραιτούμεθα. ἔχομεν γὰρ ἐν ταῖς τοῦ εὐαγγελίου παραβολαῖς, ὅτι τινῶν κεκλημένων προηγουμένως >ὁ μέν τις ἔλεγε· γυναῖκα ἔχε με παρῃτημένον, ὁ δέ τις· ζεύγη βοῶν ἠγόρασα πέντε, πορεύομαι δοκιμάσαι αὐτά, ἔχε με παρῃτημένον<. οὐχ οὕτως οὖν ἡμεῖς, οἱ ἀπὸ τῶν Μνῶν, ἐκλήθημεν καὶ παραιτούμεθα. διὰ τί; περὶ ποῖον ἀγρὸν ἵνα καταγενώμεθα; περὶ ποίαν γυναῖκα σοφήν; ἀλλὰ περὶ τί ἄλλο ἀσχοληθῶμεν; Εἴρηκεν οὖν ὁ θεὸς ἡμῖν· »ἐπιστράφητε, υἱοὶ ἐπιστρέφοντες, καὶ ἰάσομαι τὰ συντρίμματα ὑμῶν«· καὶ βλέποντες ἑαυτῶν τὰ συντρίμματα καὶ περὶ τῆς ἰάσεως ἐπαγγελίαν, εὐθέως ἡμεῖς ἁποκρινόμεθα καὶ λέγομεν· »ἰδοὺ ἡμεῖς ἐσόμεθά σοι, ὅτι σὺ κύριος ὁ θεὸς ἡμῶν«. ἐπακούσαντες οὖν καὶ εἰπόντες »ἐσόμεθά σοι« μνημονεύωμεν, ὅτι ὑπεσχόμεθ θεῷ, λέγοντες αὐτῷ τὸ »ἐσόμεθά σοι«· καὶ εἰπόντες αὐτῷ τὸ »ἐσόμεθά σοι« μηδενὸς ἄλλου γενώμεθα, μὴ πνεύματος ὀργῆς, μὴ πνεύματος λύπης, μὴ πνεύματος ἐπιθυμίας, μὴ τοῦ διαβόλου γενώμεθα, μὴ τῶν ἀΠέλων αὐτοῦ· ἀλλὰ κληθέντες καὶ εἰπόντες· 224V »ἰδοὺ ἡμεῖς ἐσόμεθά σοι«, δείξωμεν τοῖς ἔρηοις, ὅτι | γενέσθαι αὐτοῦ, οὐδενὶ ἄλλῳ ἢ αὐτῷ ἑαυτοὺς ἀνεθήκαμεν. καὶ λέγομεν· »ὅτι σὺ κύριος ὁ θεὸς ἡμῶν εἶ«· οὐδένα γὰρ θεὸν ἡμεῖς ὁμολογοῦμεν (οὐ τὴν κοιλίαν ὡς οἱ γαστρίμαργοι, »ὧν ὁ θεὸς ἡ κοιλία«· οὐ τὸ ἀργύριον ὡς οἱ φιλάργυροι, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρία, οὐδὲ ἄλλο τι ἐκθεοῦμεν καὶ θεοποιοῦμεν, ὡν οἱ πολλοὶ θεοποιοῦσιν, ἀλλὰ ἡμῖν ὁ ἐπὶ πᾶσι θεός, >ὁ ἐπὶ πάντων, ὁ διὰ ὁ ἐν πᾶσι< θεός ἐστιν, καὶ ἐπεὶ ἠρτήμεθα τῆς πρὸς τὸν θεόν ἡ γὰρ ἀγάπη κολλᾷ ἡμᾶς θεῷ) θεῷ) λέγομεν· οἵδε ἡμεῖς ἐσόμεθά σοι, ὅτι σὺ κύριος ὁ θεὸς ἡμῶν«.

---

Origenes, In Jeremiam (Homiliae 1-11), ed. Erich Klostermann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg009.local001/.
