# In Jeremiam (Homiliae 1-11) 3-4

Origen, In Jeremiam (Homiliae 1-11), Ὁμιλία ε΄. Εἰς τὸ »ἐπιστ ράηητε, υἱοὶ ἐπιστρέφοντες, καὶ ἰάσομαι τὰ συντρίμματα ὑμῶν« μέΧρι τοῦ »περιζώσασθε σάκκους ἐπὶ τούτοις«.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/in-jeremiam-homiliae-1-11/3-4

Εἶτα καταγνόντες τῶν προτέρων ἡμῶν κακῶν (ὅτε μεγάλα μὲν ἐνομίζομεν καὶ ὑψηλὰ τὰ εἴδωλα, προσεκυνοῦμεν καὶ θαυμαστὰ ἐνομίζομεν οἷς ἐλατρεύομεν· νυνὶ δὲ κατέγνωμεν ὅτι ἐκεῖνα πάντα ψευδῆ ἦν καὶ οὐδὲν ἐτύγχανεν), λέγομεν ἐπιστρέφοντες· »ὔντως εἰς ψεῦδος ἠσαν οἱ βουνοί«, καὶ ἡμεῖς καταγνόντες τῶν προτέρων ὑψηλῶν καὶ τῶν προτέρων θαυμασίων. καὶ τάχα ἐὰν φιλοτεχνῶμεν, εὑρήσομεν τὴν διαφορὰν τῶν ἐν τοῖς ἔθνεσι βουνῶν καὶ ὀρέων, ἅτινα καταλιπόντες οἱ εἰπόντες· »ἰδοὺ οἵδε ἡμεῖς ἐσόμεθά σοι, ὅτι ὅτι κύριος ὁ θεὸς ἡμῶν εἶ«, κατηγοροῦσιν αὐτῶν ὡς ψευδῶν, καὶ τῶν βουνῶν καὶ τῶν ὀρέων. τίς οὐν ἡ διαφορὰ τῶν ἐν τοῖς ἔθνεσιν ὀρέων καὶ βουνῶν, ὡν κατεγνωκότες λέγομεν· »ὄντως εἰς ψεῦδος ἠσαν οἱ βουνοὶ καὶ ἡ δύναμις τῶν ὀρέων«; τοῦτο λέγομεν ἡμεῖς καταγνόντες τῶν προτέρων. τὰ προσκυνούμενα παρὰ τοῖς ἔθνεσι τὰ μὲν προσκυνεῖται ὡς θεοί, τὰ δὲ ὡς ἥρωες. ὁμολογοῦσι γὰρ καὶ αὐτοὶ περί τινων, ὅτι ἀνθρωποι πρότερον ἠσαν καὶ ἀπεθεώθησαν. Ἡρακλέα προσκυνοῦσιν οὐχ ὡς γεγεννημένον θεόν, ἀλλ᾿ ὡς ἐξ ἀνθρώπου εἰς θεὸν μεταβληθέντα· Ἀσκληπιὸν προσκυνοῦσιν ὡς ἐξ ἀνθρώπων δι’ ἀρετὴν εἰς θεὸν μεταβεβληκότα. ὅταν δὲ προσκυνῶσι τοὺς πατέρας τούτων ὀνομαζομένους παρ᾿ αὐτοῖς θεούς, προσκυνοῦσιν οὐχ ὡς μεταβαλόν- τας ἐξ ἀνθρώπων εἰς θεούς, ἀλλ’, ὡς ἐκεῖνοι οἴονται, θεοὺς ἀρχῆθεν ὄντας. ἔσονται μὲν οὖν οἱ ἀρχῆθεν μὲν θεοὶ νομιζόμενοι ἔθνεσιν τὰ ὄρη καὶ »ἡ δύναμις τῶν ὀρέων«, οἱ δὲ νομιζόμενοι παρ’ αὐτοῖς νῦν μὲν εἶναι θεοί, πρότερον δ᾿ ἄνθρωποι γεγονέναι, οὑτοί εἰσιν »οἱ βουνοί«. Ἐγνωκότες οὖν ἀμφότερα τὰ προσκυνούμενα τάγματά »ὄντως εἰς ψεῦδος ἠσαν οἱ βουνοὶ καὶ ἡ δύναμις τῶν ὀρέων‘. οὐ γὰρ ὑπολαμβάνουσιν οἱ αὐτοῖς λατρεύοντες, ὅτι ψευδῆ ἐστι ταῦτα. διόπερ οἴονται τοὺς χρησμοὺς καὶ τὰς θεραπείας ἀληθινὰς εἶναι θεραπείας, οὐχ ὁρῶντες διαφορὰν πάσης δυνάμεως καὶ σημείων καὶ τεράτων ψεύδους ἐν πάσῃ ἀπάτῃ ἀδικίας τοῖς ἀπολλυμένοις γινομένωντὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, μετὰ τοῦτο πᾶς Ἰσραλὴ σωθήσεται Χριστὸς Ἰησοῦς, ταῦτα ἦν σημεῖα ἀληθείας, καὶ πρὸ αὐτοῦ δὲ ἃ ἐποίει Μωσῆς, δύναμις ἦν ἀληθείας. ἃ δὲ ἐποίουν οἱ Αἰγύπτιοι σημεῖα μὲν ἦν καὶ τέρατα, ἀλλὰ ψεύδους. οὕτως δὲ καὶ ἃ ἐποίει Σίμων μετὰ τὸν Ἰησοῦν ὁ μάγος, ὥστε ἀποπλανᾶν τὸ ἔθνος τῆς Σαμαρείας καὶ νομίζεσθαι αὐτὸν εἶναι δύναμιν θεοῦ, καὶ αὐτὰ ἦν σημεῖα καὶ τέρατα ψεύδους. ὅταν οὖν καταγνῶμεν ἐκείνων, λέγομεν οἱ κατεγνωκότες· »ὄντως εἰς ψεῦδος ἦσαν οἱ βουνοὶ καὶ ἡ δύναμις τῶν ὀρέων«.

---

Origenes, In Jeremiam (Homiliae 1-11), ed. Erich Klostermann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg009.local001/.
