# In Jeremiam (Homiliae 1-11) 3-5

Origen, In Jeremiam (Homiliae 1-11), Ὁμιλία ς΄. Εἰς τὸ »κύριε, οἱ ὀφθαλμοί σου εἰς πίστιν« μέχρι τοῦ »πορεύσομαι Πρὸς τοὺς ἁδροὺς καὶ λαλήσω αὐτοῖς. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/in-jeremiam-homiliae-1-11/3-5

»Ἐστερέωσαν τὰ πρόσωπα αὐτῶν ὑπὲρ πέτραν( νοήσεις καὶ τοῦτο ἀπὸ τῶν σωματικωτέρων. τῶν ἁμαρτανόντων οἱ μὲν ἀκούοντες λόγους ἐλεγκτικοὺς ἐπὶ τῇ ἁμαρτίᾳ ἐρυθριῶσιν καὶ καταδύονται καὶ ὑποπίπτουσιν ἁπτομένου τοῦ λόγου τ·οῦ ἐλεγκτικοῦ αὐτῶν· οἱ δὲ τοιοῦτοί εἰσιν, ὥστε αὐτοὺς ἀνερυθριάστους εἶναι, μὴ αἰδουμένους ἐφ᾿ οἷς ἐλέγχονται, ἐφ᾿ οἷς ἡμαρτήκασιν. εἴποις ἂν οὖν περὶ τούτων οἳ οὐκ αἰδοῦνται· »ἐστερέωσαν τὰ πρόσωπα αὐτῶν ὑπὲρ πέτραν« εἰ νενόηκας ἐπὶ τῶν σωματικῶν αὐτό, μετάβα μοι τῷ λόγῳ ἐπὶ τὴν ψυχὴν νοήσας πρόσωπον, περὶ οὗ λέγεται· »τότε δὲ πρόσωπον πρὸς πρόσωπον«. καὶ ὅρα ψυχὴν στερεάν, ὁποία ἦν ἡ καρδία Φαραὼ ἐσκλη- ρυμμένη, ὥστε αὐτὴν ἐπὶ τοῖς ἀπαγγελλομένοις ἑστάναι ἀντίτυπον καὶ ὥσπερ ἀποβάλλουσαν τὰ λεγόμενα μὴ μορφουμένην κατὰ τὰ ἀπαγγελλόμενα. ἐκεῖ γὰρ εὑρήσεις ὅτι ἁρμόζει τὸ »ἐστερέωσαν τὰ πρόσωπα αὐτῶν ὑπὲρ πέτραν καὶ οὐκ ἡθέλσαν ἐπιστραφῆναι. κἀγὼ εἶπα. ἴσως πτωχοί εἰσιν, ὅτι οὐκ ἡθέλησαν γνῶναι ὁδὸν κυρίου καὶ κρίσιν θεοῦ. πορεύσομαι πρὸς τοὺς ἁδροὺς καὶ λαλήσω αὐτοῖς«. ταῦτα νοήσας περὶ τῶν μὴ θελόντων παιδευθῆναι, μὴ νοούντων ἐπὶ ταῖς μάστιξιν τοῦ θεοῦ, φησὶν νενοηκὼς τὸ τούτων αἴτιον. πτωχή ἐστιν αὐτῶν ἡ ψυχή. »κἀγὼ εἶπα. ἴσως πτωχοί εἰσιν, διότι οὐκ ἠδυνήθησαν,ξ ὅτι οὐκ ἔγνωσαν ὁδὸν κυρίου καὶ κρίσιν θεοῦ«. »Πορεύσομαι πρὸς τοὺς ἁδροὺς καὶ λαλήσω αὐτοῖς«. οἱ ἁδροὶ ταῖς ψυχαῖς ἐν ἐπαίνῳ λέγονται. καὶ παρ' Ἕλλησι γὰρ τὸ ἁδρὸν συνεχῶς ὀνομάζεται καὶ τὸ μεγαλεῖον τῆς λογικῆς ψυχῆς. ὅταν γάρ τις μεγάλοις ἐπιβάλλῃ πράγμασιν καὶ προθέσεις ἔχῃ ἀξιολόγους καὶ σκοπῇ ἀεὶ τὰ δέοντα, πῶς βιώσῃ κατὰ τὸν ὀρθὸν λόγον, μηδὲν ταπεινὸν καὶ μικρὸν θέλων μηδὲ ὁρ΄ῶν, ὁ τοιοῦτος τὸ ἁδρὸν καὶ τὸ μεγαλεῖον ἔχει ἐν τῇ ψυχῇ οὑτοι οὐν, Ι ἐπεὶ ἡσαν πτωχοί, οἱ πρότεροι οὓς ἔψεξεν ὁ λόγος, οὐκ ἤκουσαν, φησὶν ὁ προφήτης. διὰ τοῦτο οὐκ ἤκουσαν, ἐπεὶ πτωχοί εἰσιν. πορεύσομαι πρὸς τοὺς ἁδροὺς καὶ λα- λήσω αὐτοῖς((. καὶ εἰ ἔστιν μακάριον εἶναι ἐπὶ τῷ λέγειν »εἰς ὦτα ἀκουόντων«, μακάριόν έστιν ἐάνπερ τύχῃ τις ἁδροῦ καὶ μεγάλου ἀκροατοῦ. διὰ τοῦτο τούτων οὕτως λεγομένων, εἰδότες ὅτι οὐ ζημία τοῖς λέγουσιν ὅσον τοῖς ἀκούουσίν ἐστιν τὸ μὴ παραδέχεσθαι τὰ ἁπαγγελλόμενα, καὶ κατηγορεῖ πτωχείας τοῦ νοῦ αὐτῶν καὶ τῆς διανοίας, παρακαλέσωμεν ἀπὸ τοῦ θεοῦ λαβεῖν αὕξοντος τοῦ λόγου ἐν ἡμῖν ἁδρότητα καὶ μεγαλειότητα έν Χριστῷ Ἰησοῦ, ἴνα ἀκοῦσαι τῶν ἱερῶν καὶ ἁγίων λόγων δυνηθῶμεν, ᾠ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Origenes, In Jeremiam (Homiliae 1-11), ed. Erich Klostermann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg009.local001/.
