# In Jeremiam (Homiliae 1-11) 3-7

Origen, In Jeremiam (Homiliae 1-11), Ὁμιλία θ΄. Εἰς τὸ »ὁ λόγος ὁ γενόμενος Πρὸς τὸν Ἱερεμίαν Παρὰ χυρίου λέγων· ἀκούσατε τοὺς λόγους τῆς δ.ιαθήκης ταύτης‘ μέχρι τοῦ »ἐπεστράφησαν ἐΠὶ τὰς ἀδικίας τῶν πατέρων. αὐτῶν τῶν Πρότερον«.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/in-jeremiam-homiliae-1-11/3-7

γεγόναμεν οὖν ἡμεῖς τῷ θεῷ εἰς λαόν, καὶ >ἡ δικαιοσύνη τοῦ θεοῦ τῷ λαῷ τῷ < τῷ ἀπὸ τῶν ἐθνῶν. οὗτος γὰρ ὁ λαὸς τίκτεται ἀθρόως, καὶ ἐν τῷ προφήτῃ δὲ εἴρηται. »εἰ ἐτέχθη ἔθνος εἶς ἅπαξ«. ἐτέχθη δὲ ἔθνος εἰς ἅπαξ, ὅτε ἐπιδεδήμηκεν ὁ σωτὴρ καὶ ἐπίστευσαν ἐν μιᾷ ἡμέρᾳ χιλιάδες πέντε καὶ προσετέθησαν ἄλλῃ ἡμέρᾳ χιλιάδες τρεῖς. καὶ ἔστιν ἰδεῖν ὅλον λαὸν τικτόμενον λόγῳ θεοῦ καὶ άθρόως τίκτουσαν τὴν στεῖραν, τὴν πρότερον οὐ τεκοῦσαν, πρὸς ἣν λέγεται. »εὐφράνθητι στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον ὴ οὐκ ώδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα(. ἔρημος μὲν ἡ ἐκκλησία· νόμου, ἔρημος αὔτη θεοῦ ἡν. ἔχουσα δὲ ἄνδρα τὸν νόμον ἐκείνη ἡ συναγωγὴ λέλεκται. Τί οὖν μοι ἐπαγγέλλεται ὀ θεός; »ἔσεσθέ μοι εἰς λαὸν κἀγὼ ἔσομαι ὑμῖν εἰς θεόν((. οὐκ ἔστιν πάντων θεὸς ἀλλ' ἢ ἐκείνων οἷς χαρίζεται ἑαυτόν, ὅσπερ ἐχαρίσατο ἑαυτὸν τῷ πατριάρχῃ ἐκείνῳ ᾧ Ι εἶπεν. »ἐγὼ θεὸς σός«, καὶ πάλιν ἄλλῳ »ἐγὼ ἔσομαί σου θεός«, καὶ περὶ ἑτέρων »ἔσομαι αὐτῶν θεός(. πότε οὖν ἄρα ἡμεῖς ἐπιτυγχάνομεν, ὁ καθ’ ἕκαστον λέγω, εἰς τὸ τὸν θεὸν εἶναι ἡμῶν θεόν; εἰ δὲ θέλεις μαθεῖν, τίνων ἐστὶν ὁ θεὸς καὶ τίνι χαρίξεται τὴν ἑαυτοῦ ἐπίκλησιν, ἐγὼ φησὶν θεὸς Ἀρβαάμ, θεὸς Ἰσαάκ, θεὸς . καὶ διηγούμενος τὸ τοιοῦτον ὁ σωτήρ φησιν· »ὁ θεὸς οὐκ ἔστιν νεκρῶν ἀλλὰ ζώντων«. τίς ὁ νεκρός; ὁ ἀμαρτωλός, ὁ μὴ ἔχων τὸν εἰπόντα. ἐγώ εἰμι ἡ , ὁ ἔχων νεκρὰ ἔργα, ὁ μηδέπω μετανοήσας ἀπὸ νεκρῶν ἔργων, περὶ ὧν φησιν ὁ ἀπόστολος. »μὴ πάλιν θεμέλιον καταβαλλό- μενοι μετανοίας ἀπὸ νεκρῶν ἔργων«. εἰ τοίνυν »ὁ θεὸς οὐκ ἔστιν νεκρῶν θεὸς ἀλλὰ ξώντων«, καὶ οἵδαμεν τίς ἐστιν ὁ ζῶν, ὅτι ὁ πολιτευόμενος κατὰ Χριστὸν καὶ μένων μετ' αὐτοῦ, εἰ βουλόμεθα ἕνα ἡμῶν ᾖ ὁ θεός, ἀποταξώμεθα τοῖς ἔργοις τῆς νεκρότητος, ἵνα τὴν ἐπαγγελίαν αὐτοῦ πληρώσῃ τὴν λέγουσαν· »καὶ ἐγὼ ἔσομαι ὑμῖν εἰς θεόν, ὅπως στήσω τὸν ὅρκον μου ὅν ὤμοσα τοῖς πατράσιν ὑμῶν, τοῦ δοῦναι αὐτοῖς γῆν ῥέουσαν γάλα καὶ μέλι«. τήρει γὰρ ὅτι λέγει· »στήσω τὸν ὅρκον μου ὃν ὤμοσα τοῖς πατράσιν ὑμῶν, τοῦ δοῦναι αὐτοῖς γῆν ῥέουσαν γάλα καὶ μέλι«, ὡς μηδέπω δεδωκὼς αὐτοῖς τὴν »γῆν τὴν ῥέουσαν γάλα καὶ μέλι«. αὕτη γὰρ οὐκ ἔστιν ἡ γῆ, ἣν λατο ὁ θεὸς »ῥέουσαν γάλα καὶ μέλι«, ἀλλ’ ἔστιν ἐκείνη, περὶ ἧς ἐδίδασκεν ὁ σωτὴρ λέγων· μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γην«.

---

Origenes, In Jeremiam (Homiliae 1-11), ed. Erich Klostermann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg009.local001/.
