# In Jeremiam (Homiliae 1-11) 4-5

Origen, In Jeremiam (Homiliae 1-11), Ὁμιλία ι΄. Εἰς τὸ »γνώρισόν μοι, κύριε, καὶ γνώσομαι« μέχρι τοῦ »συνάξατε Πάντα τὰ θηρία τοῦ ἀγροῦ, καὶ ἐλθέτωσαν τοῦ καταφαγεῖν αὐτήν‘.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/in-jeremiam-homiliae-1-11/4-5

»Κύριε τῶν δυνάμεων κρίνων δίκαια, δοκιμάζων νεφροὺς καὶ καρδίας, ἔδοιμι τὴν παρὰ σοῦ ἐκδίκησιν ἐξ αὐτῶν«. προφητικῶς ταῦτα εὔχεται, ἰδεῖν τὴν παρὰ τοῦ θεοῦ ἐκδίκησιν ἐξ αὐτῶν· >κεκύκλωται γὰρ ὑπὸ στρατοπέδων ἡ Ἱερουσαλήμ, καὶ ἤλλισεν ἡ ἐρήμωσις αὐτῆς< καὶ εἴρηται αὐτῇ· »ἰδοὺ αὐφίεται ὑμῖν ὁ οἶκος ὑμῶν«. »ἴδοιμι« οὖν »τὴν παρὰ σοῦ ἐκδίκησιν ἐν αὐτοῖς, ὅτι πρὸς σὲ ἀπεκάλυψα τὸ δικαίωμά μου. διὰ τοῦτο τάδε λέγει κύριος ἐπὶ τοὺς ἄνδρας Ἀναθὼθ τοὺς ζητοῦντας τὴν ψυχήν μου, τοὺς λέγοντας· οὐ μὴ προ- φητεύσῃς ἐν ὀνόματι κυρίου, εἰ δὲ μή, ἀποθανῇ ἐν ταῖς χερσὶν ἡμῶν. ἰδοὺ ἐγὼ ἐπισκέψομαι ἐπ᾿ αὐτούς· οἱ νεανίσκοι αὐτῶν ἐν ῥομφαίᾳ ἀποθανοῦνται, καὶ οἱ υἱοὶ αὐτῶν καὶ αἱ θυγατέρες αὐτῶν τελευτήσουσιν ἐν λιμῷ. καὶ ἐγκατάλειμμα οὐκ ἔσται αὐτῶν, ἐπὶ τοὺς κατοικοῦντας Ἀναθὼθ ἐν ἐνιαυτῷ ἐπισκέψεως αὐτῶν«. προσχήματος ἕνεκεν τὸ ὄνομα τῆς Ἀναθὼθ ἐνθάδε λαμβάνεται. ὅλον δὲ τὸ Ἰουδαΐκὸν μυστήριον τροπικῶς ἐν αὐτῇ εἴρηται· ἑρμηνεύεται γὰρ Ἀναθὼθ Ἐπακουσμός. ἐπεὶ οὖν ἐπακουσμὸς τοῦ θεοῦ ἐν ἐκείνῳ ἦν τῷ λαῷ, ὡς καὶ ἡ βασιλεία τοῦ θεοῦ, καὶ γέγονεν ἐπὶ τῆς βασιλείας τὸ »ἀρθήσεται ἀφ’ ὑμῶν ἡ βασιλεία τοῦ θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς«, κατὰ τοῦτο γέγονεν καὶ τὸ »τοὺς ἄνδρας Ἀναθώθ«, τοὺς ὄντας ἐν τῷ Ἐπακουσμῷ, ζητεῖν τὴν ψυχὴν« οὐχ Ἱερεμίου (οὐδὲ γὰρ ἡ ἱστορία λέγει ὅτι ἄνδρες Ἀναθὼθ ἐζήτησαν τὴν ψυχὴν Ἰερεμίου. ἔχομεν τὰς Βασιλείας, μέμνηται ἡ γραφὴ ἐκεῖ τοῦ Ἱερεμίου, οὐδὲν τοιοῦτον ἐν αὐταῖς εἴρηται οὐδ᾿ ἐν ταῖς Παραλειπομέναις· ἔχομεν γὰρ αὐτὴν τὴν βίβλον τοῦ προφήτου, οὐδὲν εἰρήκασιν οἱ ἄνδρες Ἀναθώθ), ἀλλὰ ταῦτα λέγεται περὶ Χριστοῦ. »Τοὺς ζητοῦντας τὴν ψυχήν μου, τοὺς λέγοντας· οὐ μὴ προφητεύσῃς ἐπὶ τῷ ὀνόματι κυρίου«. ἐκώλυσαν Ἰουδαῖοι διδάσκειν Ἰησοῦν. »εἰ δὲ μὴ, ἀποθανῇ ἐν ταῖς χερσὶν ἡμῶν. ἰδοὺ ἐγὼ ἐπισκέψομαι ἐπ αὐτούς· οἱ νεανίσκοι αὐτῶν ἐν ῥομφαίᾳ ἀποθανοῦνται, καὶ οἱ υἱοὶ αὐτῶν καὶ αἱ θυγατέρες αὐτῶν τελευτήσουσιν ἐν λιμῷ«. οὐ τότε τετελευτήκασιν ἐν ῥομφαίᾳ, ἀλλὰ μετὰ τὴν παρουσίαν νῦν λιμὸς ἠλθεν ἐπ’ αὐτούς, >οὐ λιμὸς ἄρτου οὐδὲ δίψα ὕδατος, ἀλλὰ λιμὸς τοῦ λόγον κυρίου< οὐκέτι γὰρ »τάδε λέγει κύριος παντοκρότωρ« λέγεται παρ᾿ αὐτοῖς. αὕτη ἡ λιμός, ἵνα ἡ προφητεία μηκέτι ᾐ, καὶ τί λέγω προφητεία; οὐδὲ διδασκαλια. κἂν μυριάκις χρηματίζωσιν παρ' αὐτοῖς σοφοί, οὐκ ἔστιν λόγος κυρίου ἔτι ἐν αὐτοῖς, ἐπεὶ πεπλήρωτο τὸ »ἀφελεῖ κύριος ἀπὸ τῆς Ἱουδαίας καὶ ἀπὸ τῆς Ἰερουσαλὴμ ἰσχύοντα καὶ ἰσχύουσαν, γίγαντα καὶ ἰσχύοντα καὶ ἄνθρωπον πολεμιστὴν καὶ δικαστὴν καὶ προφήτην καὶ στοχαστὴν καὶ πρεσβύτερον καὶ πεντηκόνταρχον καὶ θαυμαστὸν σύμβουλον καὶ σοφὸν ἀρχιτέκτονα καὶ συνετὸν ἀκροατήν«. οὐκέτι ἔστιν παρ' αὐτοῖς δυνάμενος εἰπεῖν· »ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα( μετέβησαν οἱ ἀρχιτέκτονες, ἦλθον ἐπὶ τὴν ἐκκλησίαν, ἔθηκαν τὸν θεμέλιον Ἰησοῦν Χριστόν. τούτῳ ἐποικοδομοῦσιν καὶ οἱ μετ' ἐκείνους.

---

Origenes, In Jeremiam (Homiliae 1-11), ed. Erich Klostermann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg009.local001/.
