# In Jeremiam (Homiliae 1-11) 4-6

Origen, In Jeremiam (Homiliae 1-11), Ὁμιλία ια΄. Εἰς τὸ »δι᾿ ἐμὲ ἀφανισμῷ ἠφανίσθη Πᾶσα ἡ γῆ« καὶ εἰς τὸ »περίζωμα«.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/in-jeremiam-homiliae-1-11/4-6

Ἴδωμεν δὲ καὶ ἐξῆς ἐπίπληξιν ἀναγκαίαν, ἣν καλὸν εἰς τὸν ἠθικὸν τόπον ἀναλαβεῖν, λέγουσαν· »αἰσχύνθητε ἀπὸ καυχήσεως ὑμῶν, ἀπὸ ὀνειδισμοῦ ἐναντίον κυρίου«. ἔστιν τινά, ἐν οἷς καυχώμεθα διὰ τὴν ἄνοιαν οὐκ οὖσιν καυχήσεως ἀξίοις. οἷον ἐὰν καυχήσηταί τις ὅτι πλούσιός ἐστιν καὶ πολλὰ κέκτηται, λέγοιτ' ἂν πρὸς αὐτόν· »αἰσχύνθητε ἀπὸ καυχήσεως ὑμῶν‘. ἐὰν καυχήσηταί τις ἐπὶ εὐγενείᾳ ταύτῃ τῇ ἐκτός, λεχθήσεται πρὸς αὐτόν· »αἰσχύνθητε ἀπὸ καυχήσεως ὑμῶν.« ἐὰν καυχήσηταί τις ἐπὶ πολυτελείᾳ ἱματίων, ἐπὶ οἰκοδομῇ οἰκίας πλουσίως κατεσκευασμένης, ἀλλοτρία ἐστὶν ἡ καύχησις καυχήσεως ἁγίων· διὸ λεχθήσεται πρὸς τὸν τοιοῦτον· »αἰσχύνθητε ἀπὸ καυχήσεως ὑμῶν.‘ ἄκουε τοῦ λόγου τοῦ προφήτου Ἱερεμίου κελεύοντος ἡμᾶς μὴ καυχᾶσθαι μηδὲ ἐπὶ σοφίᾳ· μὴ καυχάσθω« γάρ φησιν »ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ μηδὲ ὁ ἰσχυρὸς ἐν τῇ ἰσχύϊ αὐτοῦ μηδὲ ὁ πλούσιος έν τῷ πλούτῳ αὐτοῦ, ἀλλὰ ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος, συνιεῖν καὶ γινώσκειν ὅτι ἐγώ εἰμι κύριος.« θέλεις καυχᾶσθαι καὶ καυχώμενος μὴ ἀκοῦσαι· »αἰσχύνθητε ἀπὸ καυχήσεως ὑμῶν«, καύχησαι ὡς ὁ ἀπόστολος Ι καὶ εἰπέ· »ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ τῷ σταυρῷ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δἰ οὗ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ τῷ κόσμῳ.« θέλεις καυχᾶσθαι, ἴνα μὴ λεχθῇ· αἰσχύνθητε ἀπὸ καυχήσεως ὑμῶν«, ἄκουε Παύλου καυχωμένου καὶ μάνθανε ὅταν λέγῃ· »ἥδιστα οὖν καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου, ἵνα ἐπισκηνώσῃ ἐπ' ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ«. ἄκουε οἷα καυχᾶται καυχήματα· »ἐν κόποις περισσοτέρως‘« (τίς δύναται ἡμῶν τοῦτο »ἐν φυλακαῖς ὑπερβαλλόντως, ἐν θανάτοις πολλάκις. ὑπ·ὸ πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλαβον, τρὶς ἐραβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα«. μανθάνομεν οὐν καὶ καυχήσεων εἶναι διαφοράς. ὡς τινὰς μὲν καυχήσεις εἶναι αἰσχύνης ἀξίας, ἐφ' οἶς λέγοιτ ἂν ἐκεῖνο τὸ ἀποστολικόν· »καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν«· ἐφ οἷς ἔδει. αὐτοὺς αἰσχύνεσθαι, ἐπὶ τούτοις οἴονται δοξάζεσθαι.

---

Origenes, In Jeremiam (Homiliae 1-11), ed. Erich Klostermann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg009.local001/.
