# In Jeremiam (Homiliae 1-11) 4.1

Origen, In Jeremiam (Homiliae 1-11), Ὁμιλία θ΄. Εἰς τὸ »ὁ λόγος ὁ γενόμενος Πρὸς τὸν Ἱερεμίαν Παρὰ χυρίου λέγων· ἀκούσατε τοὺς λόγους τῆς δ.ιαθήκης ταύτης‘ μέχρι τοῦ »ἐπεστράφησαν ἐΠὶ τὰς ἀδικίας τῶν πατέρων. αὐτῶν τῶν Πρότερον«.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/in-jeremiam-homiliae-1-11/4.1

Εἶτα πρὸς τὰ προειρημένα ὑπὸ τοῦ κυρίου ἀποκρίνεται ὁ προ- φήτης, πρὸς τὸ »ἐπικατάρατος ὁ ἄνθρωπος ὃς οὐκ ἀκούσεται τῶν λόγων τῆς τῆς διαθήκης ταύτης«, καί φησι· »καὶ ἀπεκρίθην καὶ εἶπα. γένοιτο, κύριε«. τί »γένοιτο, κύριε«; ἐπικατάρατος ὃς οὐκ ἐμμενεῖ τοῖς λόγοις τῆς διαθήκης ταύτης. »καὶ εἶπεν κύριος πρός με· ἀνά- γνωθι τοὺς λόγους τούτους ἐν πόλεσιν Ἰούδα καὶ ἔξωθεν Ἱερουσαλήμ«. καὶ τοῖς ἔξω ἀναγινώσκομεν τοὺς λόγους τοῦ θεοῦ προσκαλούμενοι αὐτοὺς ἐπὶ σωτηρίαν. »ἀκούσατε τοὺς λόγους τῆς ταύτης καὶ ποιήσατε αὐτούς. καὶ οὐκ ἐποίησαν. καὶ εἶπεν κύριος πρός με· εὑρέθη σύνδεσμος ἐν ἀνδράσιν Ἰούδα καὶ ἐν τοῖς κατοικοῦ- σιν Ἱερουσαλήμ«. ἡ μέλλομεν μετανοεῖν ἐπὶ τοῖς εἰρημένοις ἁμαρτή- μασι περὶ ἀνδρῶν Ἰούδα, εἰδότες ὅτι ἐσμὲν οἱ ἄνδρες Ἰούδα, Ἰούδα, τὸν Χριστὸν Ἰούδα προφητευθέντα καὶ λεχθέντα; μήποτε γὰρ ἐπεὶ ἐν ἡμῖν εἰσιν ἁμαρτωλοί τινες καὶ παρὰ τὸν ὀρθὸν λόγον πράττοντες, διὰ τοῦτο λέγει ὁ προφήτης· »εὑρέθη σύνδεσμος έν ἀνδράσιν Ἰούδα καὶ ἐν τοῖς κατοικοῦσιν Ἱερουσαλήμ«. ὅταν γὰρ εὑρεθῇ ἔν τισιχρηματίζουσιν ἀπὸ τῆς ἐκκλησίας σύνδεσμος ἀδικίας καὶ σύνδεσμος τῶν ἁμαρτημάτων, ὥστ᾿ ἂν ἐφαρμόσαι αὐτοῖς τὸ ἐπὶ τοῦ ἁμαρτωλοῦ τὸ »σειραῖς δὲ τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται«, λέγοι ἂν ὁ θεός· »εὑρέθη σύνδεσμος ἐν ἀνδράσιν Ἰούδα( ἀλλὰ μὴ εὑρεθείη σύνδεσμος ἐν ἡμῖν. πῶς δὲ οὐχ εὑρίσκεται σύνδεσμος ἐν ἡμῖν, εἰ καὶ μέχρι τοῦ δεῦρό ἐστιν σύνδεσμος ἔν τισιν; »λῦε πάντα σύνδεσμον ἀδικίας, διάλυε στραγγαλιὰς βιαίων συναλλαγμάτων, πᾶσαν συγγραφὴν ἄδικον διάσπα. διάθρυπτε πεινῶντι τὸν ἄρτον σου«. »Εὑρέθη« οὖν »σύνδεσμος ἐν ἀνδράσιν Ἰούδα καὶ ἐν τοῖς κατοικοῦσιν Ιερουσαλήμ. ἐπεστράφησαν ἐπὶ τὰς ἀδικίας τῶν πατέρων αὐτῶν τῶν πρότερον«. »ἐπεστράφησαν ἐπὶ τὰς ἀδικίας«. τίνων; οὐ λέγει ἁπλῶς τῶν πατέρων. τίς ἡ προσθήκη; »ἐπεστράφησαν ἐπὶ τὰς ἀδικίας | τῶν πατέρων αὐτῶν τῶν πρότερον«; ἐλέγομεν ταῦτα λέγεσθαι πρὸς ἡμᾶς καὶ καὶ τοὺς ἐν ἡμῖν ἁμαρτάνοντας. πῶς οὖν οἱ ἐν ἡμῖν ἁμαρτάνοντες ἐπεστράφησαν οὐκ ἐπὶ τὰς ἀδικίας τῶν πατέρων«, ἀλλὰ »τῶν πατέρων αὐτῶν τῶν πρότερον«; μήποτε οὖν διττοί εἰσιν οἱ πατέρες ἡμῶν, καὶ ἔστιν μὲν ἐν ἡμῖν εἶδος πατέρων τὸ χεῖρον· πρὶν πιστεῦσαι γὰρ υἱοὶ ἦμεν φέρ᾿ εἰπεῖν τοῦ διαβόλου, ὡς δείκνυσιν ὁ λόγος ὁ εὐαγγελικὸς λέγων· »ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστέ«, ὅτε δὲ πεπιστεύκαμεν, γεγόναμεν υἱοὶ θεοῦ. ἐπὰν οὐν ἁμαρτάνωμεν, ἐπιστρέφομεν ἐπὶ τὰς ἀδικίας οὐχ ἁπαξαπλῶς τῶν πατέρων, ἀλλὰ τῶν πρότερον πατέρων. εἰς δὲ τὸ παραστῆσαι ὅτι διττοὶ ἡμῶν εἰσιν οἱ πατέρες, χρήσομαι ῥητοῖς ἀπὸ τοῦ τεσσαρακοστοῦ τετάρτου Ψαλμοῦ οὕτως ἔχουσιν· »ἄκουσον, θύγατερ, καὶ ἔδε καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου«. πατὴρ λέγει· »ἐπιλάθου τοῦ οἴκου τοῦ πατρός σου«· ὡς γὰρ πατὴρ λέγει· ἄκουσον, θύγατερ«. οὐκοῦν διττοὶ οἱ πατέρες ἡμῶν εἰσιν. ἀλλὰ »ἐπιλάθου τοῦ οἴκου τοῦ οἴκου] τοῦ πατρός σου« τοῦ προτέρου. ἐὰν ἐπιλαθόμενός σου τοῦ οἴκου τοῦ προτέρου πάλιν ἐπιστρέψῃς ἐπὶ τὰ ἁμαρτήματα, σὺ πεποίηκας τὰ λεγόμενα ἐνθάδε ἁμαρτήματα. »Ἐπεστράφησαν ἐπὶ τὰς ἀδικίας τῶν πατέρων αὐτῶν τῶν πρότερον«. ἔλεγον ὅτι καὶ ὁ διάβολος πρότερον ἦν ἡμῶν πατήρ, πρὶν γένηται ἡμῶν ὁ θεὸς πατήρ, εἴγε καὶ νῦν οὐκ ἔστιν ἡμῶν ὁ διάβολος πατήρ· ὅπερ παραστήσομεν καὶ ἀπὸ τῆς Ἰωάννου καθολικῆς ἐπιστολῆς, ἐν ᾗ γέγραπται· »πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου γεγέννηται«. εἰ »πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου γεγέννηται«, οἱονεὶ τοσαυτάκις ἐκ τοῦ διαβόλου γεγεννήμεθα ὁσάκις ἁμαρτάνομεν. ταλαίπωρος οὖν οὗτός ἐστιν, ὃς ἀεὶ γεννᾶται ἐκ τοῦ διαβόλου, ὥσπερ πάλιν μακάριος ὁ ἀεὶ γεννώμενος ὑπὸ τοῦ θεοῦ. οὐ γὰρ ἅπαξ ἐρῶ τὸν δίκαιον γεγεννῆσθαι ὑπὸ τοῦ θεοῦ, ἀλλ’ ἀεὶ γεννᾶσθαι καθ’ ἑκάστην πρᾶξιν ἀγαθήν, ἐν ᾗ γεννᾷ τὸν δίκαιον ὁ θεός. ἐὰν οὖν ἐπιστήσω σε ἐπὶ τοῦ σωτῆρος, ὅτι οὐχὶ ἐγέννησεν ὁ πατὴρ τὸν υἱὸν καὶ ἀπέλυσεν αὐτὸν ὁ πατὴρ ἀπὸ τῆς γενέσεως αὐτοῦ, ἀλλ᾿ ἀεὶ γεννᾷ αὐτόν, παραστήσω καὶ ἐπὶ τοῦ δικαίου παραπλήσιον. ἴδωμεν δὲ τίς ἡμῶν ἐστιν ὁ σωτήρ. »ἀπαύγασμα δόξης«. τὸ ἀπαύγασμα τῆς δόξης οὐχὶ ἅπαξ γεγέννηται καὶ οὐχὶ γεννᾶται· ἀλλὰ ὅσον ἐστὶν τὸ φῶς ποιητικὸν τοῦ ἀπαυγάσματος, ἐπὶ τοσοῦτον γεννᾶται τὸ ἀπαύγασμα τῆς δόξης τοῦ θεοῦ. ὁ σωτὴρ ἡμῶν σοφία ἐστὶν τοῦ θεοῦ. ἔστιν δὲ ἡ σοφία »ἀπαύγασμα φωτὸς ἀιδίου«. εἰ οὖν ὁ σωτὴρ ἀεὶ γεννᾶται, καὶ διὰ τοῦτο λέγει· »πρὸ δὲ πάντων βουνῶν γεννᾷ με« οὐχὶ δέ· πρὸ δὲ πάντων βουνῶν γεγέννηκέν με, ἀλλά· »πρὸ πάντων βουνῶν γεννᾷ με«), καὶ ἀεὶ γεννᾶται ὁ σωτὴρ ὑπὸ τοῦ πατρός, οὕτως καὶ σὺ ἐὰν ἔχῃς τὸ τῆς υἱοθεσίας πνεῦμα, ἀεὶ γεννᾷ σε ἐν αὐτῷ ὁ θεὸς καθ’ ἕκαστον ἔργον, καθ᾿ ἕκαστον διανόημα, καὶ γεννώμενος οὕτως γίνῃ ἀεὶ γεννώμενος υἱὸς θεοῦ έν Χριστῷ Ἰησοῦ· ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Origenes, In Jeremiam (Homiliae 1-11), ed. Erich Klostermann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg009.local001/.
