# In Jeremiam (Homiliae 1-11) 4

Origen, In Jeremiam (Homiliae 1-11), Ὁμιλία α΄. Πότε ἤρξατο Προφητεύειν Ἱερεμίας καὶ ἐπὶ τίνων Προεφήτευσε βασιλέων καὶ ἑξῆς τίνα ἐρρέθη αὐτῷ παρὰ κυρίου.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/in-jeremiam-homiliae-1-11/4

ὅρα οὖν πηλίκον κακόν ἐστι τὸ ἁμαρτάνειν, ἵνα παραόοθῶσι τῷ σατανᾷ αἰχμαλωτίζοντι τὰς ψυχὰς τῶν ἐγκαταλειπομένων μένων ὑπὸ θεοῦ, οὐκ ἀναιτίως δὲ οὐδὲ ἀκρίτως ἐγκαταλιπόντος θεοῦ, οὓς ἐγκατέλιπε· ἐπὰν γὰρ πέμψῃ τὸν ὑετὸν ἐπὶ τὸν ἀμπελῶνα, ὁ δὲ ἀμπελὼν φέρῃ ἀντὶ σταφυλῆς ἀκάνθας, τί ποιήσει ὁ θεὸς ἢ >ταῖς νεφέλαις ἐντελεῖται τοῦ μὴ βρέξαι ὑετὸν> ἐπὶ τὸν ἀμπελῶνα; ἐπίκειται διὰ τὰς ἁμαρτίας ἡμῶν καὶ ἡμῖν αἰχμαλωσία καὶ μέλλομεν παραδίδοσθαι, ἐὰν μὴ μετανοῶμεν, τῷ Ναβουχοδονόσορ καὶ τοῖς Βαβυλωνίοις, ἵνα ἡμᾶς σπαράξωσιν οἱ νοητοὶ Βαβυλώνιοι. ἐπικειμένων τούτων οἱ λόγοι τῶν προφητῶν, οἱ λόγοι τοῦ νόμου, οἱ λόγοι τῶν ἀποστόλων, οἱ λόrοι τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ λέγουσιν ἡμῖν περὶ μετανοίας, παρακαλοῦσιν ἡμᾶς εἰς ἐπιστροφήν· ἐὰν ἀκούσωμεν, πιστεύωμεν τῷ εἰρηκότι· »μετανοήσω κἀγὼ περὶ πάντων τῶν κακῶν ὡν ἐλάλησα τοῦ ποιῆσαι αὐτοῖς«. ταῦτα μὲν εἰς τὸ προοίμιον.

---

Origenes, In Jeremiam (Homiliae 1-11), ed. Erich Klostermann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg009.local001/.
