# In Jeremiam (Homiliae 1-11) 5-4

Origen, In Jeremiam (Homiliae 1-11), Ὁμιλία ι΄. Εἰς τὸ »γνώρισόν μοι, κύριε, καὶ γνώσομαι« μέχρι τοῦ »συνάξατε Πάντα τὰ θηρία τοῦ ἀγροῦ, καὶ ἐλθέτωσαν τοῦ καταφαγεῖν αὐτήν‘.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/in-jeremiam-homiliae-1-11/5-4

»ἐν κιμῷ« οὑν ὁ λαὸς ἐκεῖνος ἐγκαταλελειμμένοι εἰσίν· »ἐπάξζ« γὰρ ἐπ’ αὐτοὺς »κακὰ ἐπὶ τοὺς κατοικοῦντας Ἀναθὼθ ἐν ἐνιαυτῶ ἐπισκέψεως αὐτῶν«. »Δίκαιος εἶ, κύριε, ὅτι ἀπολογήσομαι πρός σε. πλὴν κρίματά μου λαλήσω πρός σε. τί ὅτι ὁδὸς ἀσεβῶν εὐοδοῦται; εὐθήνησαν οἱ ἀθετοῦντες ἀθετήματα«; ἔτι ζητοῦμεν, εἰ ἀγαθὸς ὁ θεός ἐστιν ὁ τὸν νόμον καὶ τοὺς προφήτας δεδωκώς, ὁρῶντες ὅτι »ὁδὸς ἀσεβῶν εὐοδοῦται« καὶ οὐ κολάζει τοὺς ἀσεβεῖς. »εὐθήνησαν πάντες οἱ ἀθετοῦντες ἀθετήματα«. αὐτοὶ οἱ κατὰ τοῦ δημιουργοῦ λέγοντες, δυσφημοῦντες αὐτὸν »εὐθήνησαν, ἐφυτεύθησαν καὶ ἐρριζώθησαν, ἐτεκνοποίησαν 〈καὶ ἐποίησαν〉 καρπόν«. πόσος καρπὸς Μαγκίωνος τεκνοποιήσαντος, πόσος Βασιλείδου, πόσος Οὐαλεντίνου; τοῦτο γάρ ἐστι τὸ περὶ τῶν ἀσεβῶν προφητευόμενον καὶ λεγόμενον ἐν τῷ »ἐτεκνοποίησαν καὶ ἐποίησαν καρπόν«. »ἐγγὺς εἶ σὺ τοῦ στόματος αὐτῶν, πόρρω δὲ ἀπὸ τῶν νεφρῶν αὐτῶν« ὀνομάζουσι τὸ Ἰησοῦ ὄνομα, οὐκ ἔχουσι δὲ τὸν Ἰησοῦν· οὐ γàρ ὁμολογοῦσιν αὐτὸν ὡς χρή. »καὶ σύ, κύριε, γινώσκεις με, εἶδές με, ἐδοκίμασας τὴν καρδίαν μου ἐναντίον σου· ἅγνισον αὐτοὺς εἰς ἡμέραν σφαγῆς αὐτῶν«. τί ποιήσω, ἵνα ταῦτα σαφηνίσω; τὰς κολάσεις ἁγνισμὸν λέγει τῶν κολαζομένων· »ἅγνισον« γὰρ αὐτοὺς εἰς ἡμέραν« φησὶν »σφαγῆς αὐτῶν«. διὰ τοῦ σφαγῆναι αὐτοὺς ἄγνισον αὐτούς· »ὃν γàρ ἀγαπᾷ κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται«.

---

Origenes, In Jeremiam (Homiliae 1-11), ed. Erich Klostermann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg009.local001/.
